Ἀλλ᾽ οὐκ ἔτεκες, οὐδὲ ὤδινες. Καὶ τί ταύτης τῆς ἀπολογίας αἰσχρότερον; τί δὲ ἀθλιώτερον, ὅταν ἀπὸ τούτων βούληται φαίνεσθαι παρθένος ἡ παρθένος, εἰς ἃ καὶ τῶν πορνευομένων πολλαὶ γυναῖκες καταφυγεῖν ἔχουσιν; Ἀλλ᾽ ἐκεῖναι ἑτέρωθεν δῆλαι, φησίν, εἰσὶν ἀσελγαίνουσαι. Πόθεν ἑτέρωθεν, εἰπέ μοι; Ἀπὸ τοῦ σχήματος, ἀπὸ τοῦ βλέμματος, ἀπὸ τοῦ βαδίσματος, ἀπὸ τῶν ἐραστῶν τῶν ἁλισκομένων τούτοις. Καλῶς μὲν ἡμῖν ὑπέγραψας τὸν χαρακτῆρα τῆς πόρνης γυναικός· ἀλλ᾽ ὅρα μὴ σαυτὴν πρὸ ἐκείνης ἕλῃς τούτοις τοῖς τεκμηρίοις καὶ τοῖς ἐλέγχοις· καὶ γὰρ καὶ σὺ τοιούτοις ἑαυτῇ πολλοὺς κατασκευάζεις ἐραστὰς, καὶ διὰ τῶν αὐτῶν δικτύων. Εἰ δὲ μὴ ἵστασαι ἐπ᾽ οἰκήματος καλοῦσα τοὺς παριόντας, ἀλλ᾽ ἔχεις ἔνδον συγκεκλεισμένους διὰ παντὸς πολὺ χαλεπώτερον, δι᾽ ἕτερον μὲν οὐδὲν, ἵνα δὲ ἡδονὴν πληρώσῃς ἄτοπον τὴν ἐκείνου καὶ τὴν σαυτῆς, οὐ τὴν διὰ τῆς μίξεως λέγω. Ἀλλὰ τί τὸ κέρδος, ὅταν καὶ ἡ διὰ τῶν ὀφθαλμῶν συνουσία τὸ αὐτὸ τοῦτο ἐργάζηται; ἐπεὶ, εἰ μὴ τοῦτο ἔστι, μηδὲ ταύτην μοιχεύετε τὴν μοιχείαν, τίνος ἕνεκεν αὐτὸν ἔχεις οἴκοι; ποίαν αἰτίαν δικαίαν καὶ εὔλογον ἡμῖν ἐρεῖς; Ἡ μὲν γὰρ γεγαμημένη τὸν γάμον ἐρεῖ, ἡ δὲ πορνευομένη τὴν ἀσέλγειαν· σὺ δὲ ἡ παρθένος ποίαν ἡμῖν προβαλῇ πρόφασιν εὐπρόσωπον καὶ δικαίαν;