Οὐ τοσοῦτόν ἐστι κακὸν ἐξ οὐρανοῦ κατενεχθέντα πεσεῖν εἰς βόρβορον, ὅσον ἐστὶ κακόν, μέλος Χριστοῦ γενόμενον ἐκ τῆς θείας τιμῆς ἐκπεσεῖν καὶ γενέσθαι μέλος πόρνης. Ὅταν οὖν ἐπιθυμία πονηρὰ καταφλέγῃ τὴν ψυχήν, ἀναμνήσθητι τοῦ Χριστοῦ ταχέως, νόμιζε παρεστηκέναι σοι τὸν Παῦλον νουθετοῦντα καὶ λέγοντα· Οὐκ οἴδατε, ὅτι τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν; Ἄρας οὖν τὰ μέλη τοῦ Χριστοῦ ποιήσω πόρνης μέλη; Ἂν τούτων ἀναμνησθῇς τῶν ῥημάτων, ταχέως ὄψῃ τὴν ἡδονὴν δραπετεύουσαν. Εἰ γὰρ θεραπαίνας ἀσχημονούσας δέσποινα φανεῖσα κοσμία καὶ σώφρων βλέμματι μόνον ὀξέως ἐσωφρόνισε, τί θαυμάζεις, εἰ διενοχλοῦσαν ἡδονὴν ἡ τοῦ Χριστοῦ μνήμη κατακοιμίζει ταχέως; Ἀεὶ τὸν σταυρὸν ἔχε πρὸ τῶν ὀφθαλμῶν σου λάμποντα, καὶ καθαρὸς ἁμαρτημάτων διαπεράσεις τὸν χρόνον. Ὥςπερ γὰρ ὁ τῆς νεφέλης στῦλος τύπος ὢν καὶ προφητεία τοῦ σταυροῦ τὸ τῶν Ἑβραίων πλῆθος ἀνέπαυε καὶ οὐκ εἴα πάσχειν οὐδὲν ὑπὸ τῶν Αἰγυπτίων δεινόν, οὕτως ὁ σταυρὸς πρὸ τῶν ὀφθαλμῶν ὁρώμενος πᾶσαν ἀπελαύνει ταχέως πονηρὰν ἡδονὴν καὶ οὐκ ἐᾷ παθεῖν οὐδὲν τῆς εὐσεβείας ἀνάξιον. Τοῦτο σωτηρία ψυχῆς, τοῦτο τῆς αἰσχρᾶς ἐπιθυμίας θαυμαστὸν ἀλεξιφάρμακον· τὰ μὲν γὰρ ἐν τοῖς σώμασιν ἀρρωστήματα ταῖς τῶν ἰατρῶν καταπαύεται τέχναις, ψυχὴν δὲ νοσοῦσαν ἰᾶται ταχέως τὰ λόγια τοῦ Χριστοῦ.