Ἀκούει γὰρ πολλάκις ὁ ἀκροατής· Τί ὠφεληθήσεται ἄνθρωπος, ἐὰν τὸν κόσμον ὅλον κερδάνῃ, τὴν δὲ ψυχὴν αὑτοῦ ζημιωθῇ; καὶ παρατρέχει τοῦ ῥήματος τούτου τὴν δύναμιν. Καὶ ἐὰν καταφρονήσῃ ἐν εἰρήνῃ τοῦ ῥήματος, μανθάνει ἐν ταῖς ἀνάγκαις τοῦ εἰρηκότος τὴν δύναμιν. Τί γὰρ ποιεῖ ὁ Θεὸς, ὅταν τινὰ ἴδῃ χρημάτων μὲν ἀντεχόμενον, ἐλεημοσύνην δὲ ἀποστρεφόμενον, καὶ πάντα αἱρούμενον παθεῖν ὑπὲρ τοῦ μὴ προδοῦναι τὰ χρήματα; Ἐν ταῖς ἀνάγκαις αὐτὸν διδάσκει γνωρίζειν τὸν τοῦ Θεοῦ νόμον· καὶ πῶς, ἄκουε· Ἐννόησόν μοί τινα ἔμπορον θαλαττεύοντα, καὶ περὶ χρήματα μόνον τὸν νοῦν ἔχοντα, πάντα αἱρούμενον παθεῖν, ἢ ἕνα ὀβολὸν ἀπολέσαι, ὅρκους μυρίους ἐπάγοντα κατὰ τῆς ψυχῆς, ὥστε μὴ προδοῦναί τι τῶν ἰδίων. Ἀλλ᾽ ὁ τοιοῦτος ἀπηνὴς καὶ περίψηφος ἐν ὥρᾳ ἀνάγκης, ὅταν σφοδρῶς χειμάζηται καὶ κινδυνεύῃ ἐν τῇ θαλάσσῃ· ἐφίσταται γὰρ ὁ κλύδων, ἐγείρει τρικυμίας ἡ θάλασσα, ὑψοῦνται μέχρι τοῦ οὐρανοῦ τὰ κύματα· εὐθέως τότε ἡ φιλαργυρία μαραίνεται, καὶ ὁ πάντα κάματον ὑπομείνας, ἵνα συνάξῃ τὰ χρήματα, ἐκβολὰς ποιεῖται ταῖς ἰδίαις χερσὶ πάντων ὧν ἔχει, καὶ χαρίζεται τὸν πλοῦτον τῇ θαλάσσῃ. Ἀλλ᾽ ἐρώτησον αὐτὸν εὐθέως, Τί ποιεῖς, ὦ ἄνθρωπε; τί μαίνῃ; τί ῥίπτεις τὰ χρήματα ἀχρήστως;