Εὐτρέπισον ναὸν λογικόν· κόσμησον αὐτὸν ἀρεταῖς· συμβάλλεταί σοι ὁ παρὼν καιρός. Περὶ τούτου Παῦλος λέγει· Ἰδοὺ ὁ καιρὸς συνεσταλμένος ἐστίν· ἵνα καὶ οἱ ἔχοντες γυναῖκας, ὡς μὴ ἔχοντες ὦσι· καὶ οἱ ἀγοράζοντες, ὡς μὴ κατέχοντες, καὶ οἱ χρώμενοι τῷ κόσμῳ τούτῳ, ὡς μὴ καταχρώμενοι· παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου. Οὐ χρῄζει χρυσοῦ οὔτε ἀργύρου, οὐ χρῄζει λίθων πολυτελῶν οὔτε οἰκοδομιῶν μεγάλων, ἀλλὰ χρῄζει ψυχῆς φαιδρυνομένης, μετανοίας ἀνοθεύτου. Οἱ τοῦ ἐπιγείου βασιλέως πρόδρομοι οἱ ἀπαγγέλλοντες τὴν τούτου παρουσίαν, οὐδὲν οὐράνιον βαστάζουσιν, ἀλλὰ πάντα ἐπίγεια· ὃς μὲν ἀσπίδα, ἄλλος θώρακα, ἄλλος χρυσοῦς δράκοντας, ἄλλος ἱμάτια διάχρυσα· αὐτὸς δὲ ὁ βασιλεὺς φέρει τὴν τῶν πάντων ἐξουσίαν ἐν ἑαυτῷ, τὴν πορφύραν καὶ τὸ διάδημα. Οἱ δὲ πρόδρομοι τοῦ ἐπουρανίου βασιλέως οὐδὲν γήϊνον φέρουσιν, ἀλλὰ πάντα ἄξια τοῦ βασιλέως· Μωϋσῆς νόμον τὸν βασιλικὸν ἀπαγγέλλων, Ἡσαΐας νηστείαν, Ἱερεμίας προσευχὴν, Ἰωάννης βάπτισμα μετανοίας· αὐτὸς δὲ ὁ βασιλεὺς φέρει τὴν πορφυρίδα καὶ τὸ διάδημα, δι᾽ ὧν τοὺς πάντας ἐλευθεροῖ· Ἔστι γὰρ αὐτῷ πορφύρα· πορφυρὶς τὸ σῶμα, καὶ τὸ διάδημα ὁ λόγος. Τοῦτον ἰδὼν Ἰωάννης βοᾷ καὶ λέγει· Ἡμεῖς πάντες ἐκ μέρους. Μωϋσῆς τῷ Ἰσραὴλ νομοθετεῖ, Ἡσαΐας τῷ Ἰσραὴλ προφητεύει, Ἱερεμίας ὡσαύτως, ἐγὼ δὲ βάπτισμα μετανοίας τῷ κόσμῳ· ἀλλ᾽ οὐδεὶς ἐλευθεροῖ.