Μετὰ τοῦτο λέγειν ἐδιδάχθημεν· Ἐλθέτω ἡ βασιλεία σου· τυραννούμενοι γὰρ ὑπὸ τῶν τοῦ σώματος παθημάτων, καὶ μυρίας πειρασμῶν δεχόμενοι προσβολὰς, τῆς τοῦ Θεοῦ χρῄζομεν βασιλείας, ἵνα μὴ βασιλεύσῃ ἡ ἁμαρτία ἐν τῷ θνητῷ σώματι ἡμῶν εἰς τὸ ὑπακούειν αὐτῇ ἐν ταῖς ἐπιθυμίαις αὐτοῦ, μηδὲ παριστάνωμεν τὰ μέλη ἡμῶν ὅπλα ἀδικίας τῇ ἁμαρτίᾳ, ἀλλ᾽ ἵνα παραστήσωμεν ὅπλα δικαιοσύνης τῷ Θεῷ, καὶ στρατευώμεθα τῷ βασιλεῖ τῶν αἰώνων. Διδασκόμεθα δὲ πρὸς τούτοις, μὴ σφόδρα τῷ παρόντι βίῳ προστετηκέναι, ἀλλὰ καταφρονεῖν μὲν τῶν παρόντων, ἐπιθυμεῖν δὲ τῶν μελλόντων ὡς μενόντων, καὶ τὴν βασιλείαν ἐκείνην ζητεῖν τὴν οὐράνιον καὶ αἰώνιον, καὶ τοῖς ἐνταῦθα τερπνοῖς μὴ κατέχεσθαι, μὴ σωμάτων εὐμορφίᾳ, μὴ χρημάτων εὐπορίᾳ, μὴ κτημάτων εὐθηνίᾳ, μὴ λίθων πολυτελείαις, μὴ οἴκων μεγαλουργίαις, μὴ ἡγεμονίαις καὶ στρατηγίαις, μὴ ἁλουργίδι καὶ διαδήματι, μὴ ὀψοποιίαις καὶ καρυκείαις καὶ παντοδαπαῖς χλιδαῖς, μὴ ἄλλῳ τινὶ τῶν τὰς ἡμετέρας δελεαζόντων αἰσθήσεις, ἀλλὰ πᾶσι τούτοις ἐῤῥῶσθαι φράσαντες, τῆς τοῦ Θεοῦ βασιλείας ἀδιαλείπτως ὀρέγεσθαι.