Ἐὰν τοίνυν φανῇ τις τῶν πολλῶν τοῦτο τὸ σχῆμα περικείμενος, εἶτα καὶ εἰς δικαστήριον ἑλκόμενος λέγῃ, ὅτι Ἐπειδὴ ὁ βασιλεὺς τοῦτο τὸ σχῆμα περίκειται, διὰ τοῦτο κἀγὼ περίκειμαι, οὐ μόνον οὐκ ἀφίησιν ἑαυτὸν τῆς κατηγορίας, ἀλλὰ καὶ μείζονος κολάσεως καὶ τιμωρίας καθίστησιν ὑπεύθυνον τῷ τρόπῳ τῆς ἀπολογίας. Πάλιν τὸ τοὺς αἰσχίστους ἀφεῖναι κολάσεως καὶ τιμωρίας, οἷον ἀνδροφόνους, λῃστὰς, τυμβωρύχους, καὶ τοὺς ἕτερα τοιαῦτα τετολμηκότας, βασιλικῆς ἐστι φιλοτιμίας μόνης. Κἂν τοίνυν τις δικαστὴς, τὸν καταδικασθέντα χωρὶς βασιλικῆς γνώμης ἀφεὶς, ἐγκαλῆται, καὶ λέγει καὶ αὐτὸς, ὅτι Ἐπειδὴ καὶ βασιλεὺς ἀφίησι, κἀγὼ ἀφίημι, οὐ μόνον οὐκ ἀπαλλάττεται τούτῳ τῷ τρόπῳ, ἀλλὰ καὶ μείζονα ἐξάπτει καθ᾽ ἑαυτοῦ τὴν ὀργήν· καὶ μάλα εἰκότως.