Λέγω δὴ τοῖς βιωτικοῖς· Ἐὰν κόρην ἕτερος ἀνθ᾽ ἑτέρου ἁρπάσῃ, τῆς ἰσοτιμίας δοκιμαζομένης, κυρία μὲν ἡ ἁρπαγὴ τῷ ποιήσαντι, καὶ νόμος καὶ βασιλεὺς παραχωρεῖ τῇ ἁρπαγῇ. Οὐ γὰρ ἥρπαζε καὶ ἔλαβεν, ἵνα ἐνυβρίσῃ, ἀλλ᾽ ἵνα τιμήσῃ, καὶ προικῷα καὶ δῶρα ἰσχύει. Εἰ οὖν ἀνθρώποις οὐδεμία μεταβολὴ, ἐπειδὴ τῷ προλαβόντι σκοπῷ ἀκολουθεῖ· τί ἀπολογήσῃ, σὺ ἡ παρ᾽ ἐλπίδα ὑπὸ τοῦ Δεσπότου ἁρπαγεῖσα; Οὔτε γὰρ ἀνάγκην ἐκείνην λέγω, δι᾽ ἣν τοῦ Δεσπότου συζευχθῆναι ἠξιώθης, ἀλλ᾽ οἰκονομίαν καὶ φιλανθρωπίαν Δεσπότου· ἵνα τῷ τῆς ἀνάγκης σχήματι σὺ ἡ ἀναξία τὸν ὑπὲρ σὲ ἄφθαρτον γάμον κερδάνῃς. Μὴ οὖν λέγε, ὅτι Ἀνάγκῃ παρθενεύειν εἱλόμην· μὴ ἀχαρίστει τῷ οὐρανίῳ νυμφίῳ, ὅτι σε ἄπροικον καὶ ἀγενῆ καὶ δούλην λαβεῖν κατηξίωσε· δούλη γὰρ αὐτοῦ εἶ, κἂν μὴ θέλῃς. Ὥστε παρακαλῶ, ὦ παρθένε, ὑπήκοόν σε γενέσθαι χωρὶς πάσης ἀντιλογίας καὶ διαλογισμῶν αἰσχίστων. Καὶ εἰ μὲν οὐκ ἠθέτησας ἔτι τὸν πνευματικὸν γάμον, φύλαξον ἀσφαλῶς τὰς συνθήκας· εἰ δὲ παρέβης καὶ ἔπεσες, ἔγειραι, ἔγειραι, παρακαλῶ.