Διὰ τοῦτο κεφαλῆς ἐπέχεις χώραν, ἵνα εἰδῇς θεραπεύειν τὸ σῶμα. Καὶ γὰρ τὸ σῶμα τὸ ἡμέτερον, κἂν μυρία ἔχῃ τραύματα οὐκ ἀποτέμνομεν τὴν κεφαλήν. Μὴ τοίνυν μηδὲ τὴν γυναῖκα ἀποτέμνῃς ἑαυτοῦ· ἐν τάξει γὰρ ἡμῖν ἐστι τοῦ σώματος ἡ γυνή. Διὰ τοῦτο καὶ ὁ μακάριος Παῦλος ἔλεγεν· Οἱ ἄνδρες οὕτως ὀφείλουσιν ἀγαπᾷν τὰς γυναῖκας, ὡς τὰ ἑαυτῶν σώματα. Καὶ πρὸς τὰς γυναῖκας δὲ ὁ αὐτὸς νόμος ἡμῖν· ὡς τὴν ἑαυτῆς φίλει κεφαλὴν, ὦ γύναι· καὶ εἰ τιμᾷς, οὕτω τίμα τὸν ἄνδρα· οὐ γὰρ εἰκῆ τοσοῦτον ὑπὲρ τοῦ πράγματος ποιούμεθα λόγον. Οἶδα ὅσων ἀγαθῶν αἴτιόν ἐστι, τὸ γυναῖκα πρὸς ἄνδρα μὴ διχοστατεῖν· οἶδα ὅσων κακῶν ἐστιν ὑπόθεσις, ὅταν οὗτοι πρὸς ἑαυτοὺς διαστασιάζωσι. Τότε γὰρ οὐ πλοῦτος, οὐκ εὐπαιδία, οὐ πολυπαιδία, οὐκ ἀρχὴ καὶ δυναστεία, οὐ δόξα καὶ τιμὴ, οὐ τρυφὴ καὶ πολυτέλεια, οὐκ ἄλλη τις εὐπραγία δύναιτ᾽ ἂν εὐφρᾶναί ποτε γυναῖκα ἢ ἄνδρα, ὅταν πρὸς ἀλλήλους ζυγομαχῶσι.