Ὀλισθηρὸν ἡ ἀνθρωπίνη φύσις καὶ ὀξὺ μὲν κλαπῆναι, ὀξὺ δὲ ἀνενεγκεῖν ἐκ τῆς ἀπάτης, καὶ ὥσπερ πίπτει ταχέως, οὕτω καὶ θᾶττον ἀνίσταται. Καὶ γὰρ ὁ μακάριος ἐκεῖνος ἀνήρ, τὸν Δαυὶδ λέγω τὸν ἐκλεκτὸν βασιλέα καὶ προφήτην, ἡνίκα πολλὰ κατώρθωσεν, οὐκ ἔλαθεν ἄνθρωπος ὤν, ἀλλ᾽ ἠράσθη ποτὲ γυναικὸς ἀλλοτρίας, καὶ οὐκ ἔστη μέχρι τούτου, ἀλλ᾽ εἰργάσατο μὲν μοιχείαν διὰ τὴν ἐπιθυμίαν, εἰργάσατο δὲ καὶ φόνον διὰ τὴν μοιχείαν, ἀλλ᾽ οὐκ ἐπειδὴ τηλικαύτας ἔλαβεν δύο πληγάς, ἤδη καὶ τρίτην ἑαυτῷ δοῦναι ἐπεχείρησεν, ἀλλ᾽ εὐθέως πρὸς τὸν ἰατρὸν ἀπέτρεχεν, καὶ τὰ φάρμακα ἐπετίθει.