Περὶ ὁμογενῶν καὶ ὁμοειδῶν ἑτερογενῶν τε καὶ ἑτεροειδῶν καὶ ἀριθμῷ διαφερόντων. Ὁμογενῆ εἰσιν, ὅσα ὑπὸ τὴν αὐτὴν κατηγορίαν τάσσεται. Ἑτερογενῆ δέ εἰσιν, ὅσα ὑπ᾽ ἄλλην καὶ ἄλλην κατηγορίαν εἰσίν· ταῦτα ἕτερα τῷ γένει εἰσίν. Ὁμοειδῆ δέ εἰσιν, ὅσα ὑπὸ τὸ αὐτὸ εἶδος τάσσεται καὶ κοινωνοῦσι τῷ λόγῳ τῆς οὐσίας ὡς Πέτρος καὶ Παῦλος. Ἑτεροειδῆ εἰσι τὰ τῷ εἴδει διαφέροντα ἀλλήλων ἤγουν ὅσα τῷ λόγῳ τῆς οὐσίας διαφέρουσιν ὡς ἄνθρωπος, ἵππος. Ἀριθμῷ δὲ διαφέρουσιν, ὅσα τῇ συμπλοκῇ τῶν συμβεβηκότων τὴν ἰδιότητα τῆς οἰκείας ὑποστάσεως ἀφωρίσαντο καὶ τὴν καθ᾽ αὑτὸ ἐσχήκασιν ὕπαρξιν ἤγουν τὰ ἄτομα ὡς Πέτρος, Παῦλος καὶ ἕκαστος τῶν ἀνθρώπων. Τῶν πάντῃ ἑτερογενῶν ἕτεραι τῷ εἴδει καὶ αἱ διαφοραὶ οἷον ζῷον καὶ ἐπιστήμη· τὸ μὲν γὰρ ζῷον ὑπὸ τὴν οὐσίαν τελεῖ, ἡ δὲ ἐπιστήμη ὑπὸ τὸ ποιόν. Τοῦ μὲν οὖν ζῴου διαφοραὶ συστατικαὶ μὲν τὸ ἔμψυχον, τὸ αἰσθητικόν, διαιρετικαὶ δὲ τὸ λογικόν, τὸ ἄλογον, τὸ πτηνόν, τὸ ἔνυδρον· τῆς δὲ ἐπιστήμης συστατικαὶ μὲν τὸ τοῖς ἐμψύχοις καὶ λογικοῖς ἐνυπάρχειν, ἔτι δὲ καὶ τὸ δυσμετάβλητον, διαιρετικαὶ δὲ γραμματική, φιλοσοφία. Ἧς γὰρ κατηγορίας ὑπάρχει τὸ γένος, ἐκείνης καὶ τὸ εἶδος καὶ αἱ τοῦ εἴδους διαφοραί· τῶν δὲ ὑπ᾽ ἄλληλα γενῶν τε καὶ εἰδῶν οὐδὲν κωλύει τὰς αὐτὰς εἶναι διαφοράς, εἰ καὶ μὴ πάσας. Διαφορὰς δὲ ἐνταῦθά φημι τὰς συνιστώσας αὐτά.