καʹ. Ὢ τοῦ θαύματος! ὁ ποιμαίνων τὸν Ἰσραὴλ, ὡς Θεὸς προαιώνιος, ὑπὸ χειρὸς Ἰσραηλίτιδος εἰς θάνατον ὡς ἄνθρωπος παραδίδοται. Ὁ ὁδηγῶν Ἰσραὴλ ὡσεὶ πρόβατον, ὡς ἀρνίον ἄκακον ἦκται τοῦ θύεσθαι, καὶ ξύλον ἐπάγει ζωῆς κατὰ τοῦ ξύλου τῆς γνώσεως, καὶ χολῆς γεύσει ὄξει συμμίκτῳ, τὴν ἐκ τῆς ἡδείας βρώσεως νόσον τῇ φύσει ἐνσκήψασαν ἐξωστράκισεν. Ὁ καθήμενος ἐπὶ τῶν Χερουβὶμ ὡς Θεὸς, ὡς κριτὸς ἐπὶ σταυροῦ κρέμαται, αὐτὸς ὢν ἡ τῶν ἀνθρώπων ζωὴ, ἣν οἱ θεοκτόνοι ἐξηρτημένην τοῦ ξύλου θεασάμενοι, οὐκ ἐπίστευσαν. Ἔμυσαν γὰρ τοὺς ὀφθαλμοὺς αὐτῶν, καὶ τοῖς ὠσὶ βαρέως ἤκουσαν. Ὁ θείαις χερσὶ πλαστουργήσας τὸν ἄνθρωπον, ὅλην τὴν ἡμέραν τὰς ἀχράντους διεπέτασε χεῖρας πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα, καὶ ταῖς πατρικαῖς παλάμαις τὴν ψυχὴν παρατίθεται. Καὶ λόγχῃ πλευρὰ νύττεται τοῦ ἐκ πλευρᾶς τοῦ Ἀδὰμ τὴν Εὔαν δημιουργήσαντος, καὶ πηγάζει θεῖον αἷμα καὶ ὕδωρ, πόμα ἀθανασίας, καὶ ἀναπλάσεως βάπτισμα. Ὅθεν ᾐσχύνθη ὁ ἥλιος, μὴ φέρων ὁρᾷν τὸν νοητὸν τῆς δικαιοσύνης παροινούμενον ἥλιον. Γῆ ἐσείετο, δεσποτικῷ περιῤῥαινομένη αἵματι, τῶν εἰδωλικῶν λύθρων ἐκτινασσομένη τὸν σπῖλον, καὶ περιχαρῶς σκιρτῶσα τὴν κάθαρσιν. Νεκροὶ τῶν μνημάτων ἀνίσταντο, τοῦ δι᾽ ἡμᾶς νεκρουμένου τὴν ἔγερσιν προεμφαίνοντες. Ἐσβέννυτο ἥλιος, καὶ πάλιν ἀνήπτετο τὴν τριήμερον τοῦ Δεσπότου δημιουργῶν ἀπαρίθμησιν.