Εὔθραυστοι γὰρ ψυχαὶ καὶ ἡδοναῖς εὐδιάχυτοι, τὸν θεῖον Λόγον οὐ φέρουσι δέξασθαι, στερεαὶ δὲ μᾶλλον, καὶ ἀῤῥενωπῶς πρὸς ἀρετὴν διακείμεναι. λαʹ. Τῇ δ᾽ ἐπαύριον, φησὶν, ἥτις ἦν μετὰ τὴν Παρασκευὴν, συνήχθησαν οἱ ἀρχιερεῖς, καὶ Φαρισαῖοι πρὸς Πιλάτον, λέγοντες. Πάλιν συνήχθη τὸ τῆς παρανομίας συνέδριον. Οἱ τοὺς προφήτας ἀποκτείνοντες, καὶ λιθοβολοῦντες τοὺς ἀπεσταλμένους πρὸς αὐτούς· οἱ τὸν ἀμπελῶνα Κυρίου, τὸν Ἰσραηλίτην λέγω λαὸν, δεινῶς κατεσθίοντες, καὶ πρὸς τοὺς δούλους τὸν κληρονόμον Υἱὸν ἀπεχθῶς θανατώσαντες. Ἠγνόησαν γὰρ, ὡς κληρονόμος ἔσται πάσης τῆς κτίσεως, οἷα ἄνθρωπος. Εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν.