Περιβολὴ γὰρ δοξάζεται σχέσει, οὐχ ἑνώσει τῇ καθ᾽ ὑπόστασιν. Ὥσπερ δὲ ὁ ἥλιος εἷς ἐστιν, ἔχει δὲ οὐσίας δύο, τοῦ τε φωτὸς, ὃ γέγονε πρότερον, καὶ τοῦ τῇ κτίσει ἐφυστερίζοντος σώματος, δι᾽ ὅλου δὲ τοῦ σώματος τὸ φῶς ἀδιαιρέτως ἥνωται, καὶ τοῦ σώματος μένοντος, τὸ φῶς πᾶσι τῆς γῆς ἐφαπλοῦται τοῖς μέρεσιν· οὕτω καὶ ὁ Χριστὸς φῶς ἐκ φωτὸς ἄναρχον ὃν, καὶ ἀπρόσιτον, ἐν τῷ χρονικῷ καὶ κτιστῷ γενόμενος σώματι, εἷς ἐστι δικαιοσύνης Ἥλιος, εἷς Χριστὸς ἐν δυσὶ ταῖς φύσεσι· καὶ τὸ μὲν σῶμα περίγραπτον, ἡ δὲ θεότης ἀχώρητος ἐν πᾶσιν οὖσα, καὶ πάντων ἐπέκεινα· καὶ ὥσπερ ἕτερον μὲν ἥλιος (πηγὴ γάρ ἐστι φωτὸς, καθορᾶσθαι μὴ δυνάμενος τρανῶς), ἑτέρου δὲ τὸ φῶς, τὸ ἐξ αὐτοῦ πρὸς γῆν ἀφικνούμενον (ὁρᾶται γὰρ καὶ προβλέπεται σοφία τοῦ Θεοῦ καὶ φιλανθρωπία, ὡς ἂν μὴ παντελῶς ἀμέτοχοι τῶν καλῶν κατασταίημεν)· οὕτω τὸ μὲν πρόσωπον τοῦ Χριστοῦ λάμπει τρανότερον ὡς ὁ ἥλιος (ὅπερ γὰρ ἐν αἰσθητοῖς ὁ ἥλιος, τοῦτο ἐν νοητοῖς ὁ Θεὸς), ὡς δὲ φῶς λευκαίνεται τὰ ἱμάτια, τῇ μεταδόσει τοῦ θείου φωτὸς ἀγλαϊζόμενα.