ϛʹ. Εἶτα μετ᾽ αὐτὸν ὁ χρυσοῤῥήμων ὄντως καὶ χρυσεπώνυμος Ἰωάννης, ὁ τῆς φιλοπτωχίας καὶ τῆς μετανοίας ὁδηγὸς καὶ διδάσκαλος, ἐν τῇ πρὸς Φιλιππησίους αὐτοῦ καὶ Γαλάτας θεοφεγγεῖ ἑρμηνείᾳ, «Εἰ γὰρ Ἕλληνες, φησὶ, συγκατακαίουσι τοῖς ἀπελθοῦσι τὰ ἑαυτῶν, πόσῳ γε μᾶλλον σὲ τὸν πιστὸν συμπαραπέμψαι δεῖ τῷ πιστῷ τὰ οἰκεῖα, οὐχ ἵνα τέφρα γένωνται, καθὼς ἐκεῖνα καὶ ταῦτα, ἀλλ᾽ ἵνα μείζονα τούτῳ περιβάλῃς τὴν δόξαν· καὶ εἰ μὲν ἁμαρτωλὸς ὁ τεθνηκὼς ᾖ, ἵνα τὰ ἁμαρτήματα λύσῃ, εἰ δὲ δίκαιος, ἵνα προσθήκη γένηται μισθοῦ καὶ ἀνταποδόσεως.» Καὶ πάλιν ἐν ἑτέρῳ λόγῳ, «Ἐπινοήσωμεν, φησὶ, τοῖς ἀπελθοῦσιν ὠφέλειαν· δῶμεν αὐτοῖς τὴν προσοῦσαν βοήθειαν, ἐλεημοσύνας λέγω, καὶ προσφοράς· καὶ φέρει τούτοις πολλὴν τὸ πρᾶγμα τὴν ὄνησιν, καὶ μέγα τὸ κέρδος καὶ τὴν ὠφέλειαν.