ιαʹ. Ἦν δὲ τότε τις τῶν Ἀνατολικῶν στρατηγίας τὴν ἡγεμονίαν περιέχων πατρίκιος, τοὔνομα Μασισίννιος, στρατολογίαις τὴν χώραν περιπολεύων· ἐν οἷς καὶ Λέων ὁ βάναυσος στρατολογηθεὶς, ἐν ὀλίγῳ χρόνῳ εἰς προκοπὴν μεγίστην ἀναβιβάζεται, σπαθαρικῷ ἀξιώματι προχειρισθεὶς ὑπὸ τοῦ αὐτοκράτορος Θεοδοσίου· καὶ δὴ ὑπ᾽ αὐτοῦ εἰς τὰ ἑσπέρια μέρη ἐκπεμφθεὶς, Καμπανίαν, καὶ Ἀμαλφίαν, καὶ Νεάπολιν, τότε βαρβαρησάντων, καὶ καταλαβὼν τὰ ἐκεῖσε ἐν πλωτορσίοις δρόμωσι τὸν ἀριθμὸν ρκʹ, καὶ τροπαιοφόρον νίκην εἰρήνην βραβεύσας, καταλαμβάνει τὰ βασίλεια· καὶ εὐθὺς ὑπὸ τῶν στρατιωτῶν ἀνηγόρευται Καῖσαρ καὶ αὐτοκράτωρ βασιλεύς. Καὶ δὴ Θεοδόσιος ὁ πραότατος βασιλεὺς, προϋπαντᾷ χαροποιός· καὶ ἄρας τὸ στέφος ἐκ τῆς ἑαυτοῦ κορυφῆς, περιτίθησι τῷ Λέοντι, καὶ οὕτως ἀκλονήτως ὁ Λέων, καὶ ἀνενοχλήτως τὰ βασίλεια ἐγχειρίζεται. Περιβοήτου δὲ ἐπιφημίαις γενομένου τοῦ Λέοντος, οὐκ «ἰδοὺ Μάγοι ἀπὸ Ἀνατολῶν ἦλθον προσκυνῆσαι μετὰ δώρων Χριστὸν,» ἀλλ᾽ ἰδοὺ Μαγουδαῖοί τινες φαρμακοὶ καὶ ἐπαοιδοὶ Γαζαρηνοὶ δρομαῖοι εἰσελαύνονται εἰς τὰ βασίλεια, πέρας τῶν οἰωνισμάτων καὶ μαντευμάτων αὐτῶν χαρὰν εἰσδεχόμενοι. Εἶτα ὑπὸ τοῦ νέου ἄνακτος δεξιολαβηθέντες τὴν ὀφειλὴν ἀποτιννύουσιν ἀσυγχώρητα. Τοῦ δὲ ἑτοιμότατα ἐπαγγελλομένου διδόναι· Τί ἄρα, ἔφη, ἔστι ταῦτα;