Ἔργον
Ἰωάννης ὁ Δαμασκηνός – Περὶ νηστείας
Παραθέματα των αιρετικών για τη νηστεία των οκτώ εβδομάδων
Παράθεση χωρίων του Σεβήρου και του Βενιαμίν προς τεκμηρίωση της κακόδοξης πρακτικής που ορίζει τη νηστεία της Τεσσαρακοστής σε οκτώ εβδομάδες.
منصة لقراءة النصوص الآبائية والكتابية والبحث فيها واستكشافها
اختر مؤلفًا أو مؤلَّفًا أو سفرًا من الكتاب المقدس، وادرس المصدر اليوناني الأصلي مع الترجمة والملاحظات والإشارات المرجعية.
استخدام القارئ
بحث سريع ابحث مباشرة عن مؤلف أو مؤلَّف أو سفر من الكتاب المقدس.
اختيار مفصّل اختر مصدرًا، ثم مؤلفًا أو مؤلَّفًا أو فصلًا أو مقطعًا كتابيًا.
أدوات الدراسة أثناء القراءة، يمكنك استخدام الترجمات والإشارات المرجعية والملاحظات وإعدادات المظهر الشخصية.
Ἔργον
Παραθέματα των αιρετικών για τη νηστεία των οκτώ εβδομάδων
Παράθεση χωρίων του Σεβήρου και του Βενιαμίν προς τεκμηρίωση της κακόδοξης πρακτικής που ορίζει τη νηστεία της Τεσσαρακοστής σε οκτώ εβδομάδες.
Ἀπόδειξις, ὅτι ὀκτὼ λέγουσιν ἑβδομάδας τῶν ἁγίων οἱ αἱρετικοὶ πάντες νηστειῶν, ληροῦντες οὕτως. Χρήσεις Σευήρου τοῦ Ἀκεφάλου καὶ αἱρεσιάρχου, καὶ Ἕλληνος, γενομένου ἀρχιεπισκόπου Ἀντιοχείας τῆς Συρίας, ἐκ τῶν ἐνθρονιαστικῶν αὐτοῦ λόγων, εἰς τὴν τῶν νηστειῶν Τεσσαρακοστήν· ἐλέχθη δὲ τῇ πρὸ αὐτῆς Παρασκευῇ, ἐν τῇ Κασιανοῦ Ἐκκλησίᾳ· οὗ ἡ ἀρχή· Νόμος ἐστὶ καὶ ἐπὶ τῶν σωματικῶν παλαισμάτων· καὶ ἐν τῷ μέσῳ τοῦ λόγου· «Οἱ γὰρ τὰς πέντε αἰσθήσεις, δι᾽ ὧν ἡ ἁμαρτία λαμβάνει παρείσδυσιν· ἀκοὴν, φημὶ, καὶ ὅρασιν, καὶ ἁφὴν, καὶ γεῦσιν καὶ ὄσφρησιν· ὀκτάκις καθαίροντες, τεσσαράκοντα ἡμέρας νηστεύουσιν, ἵνα τῆς μακαρίας ἐκείνης ἡμέρας τύχωσι τῆς ὀγδόης καὶ πρώτης. Ὁ γὰρ πέντε ἀριθμὸς ὀκτάκις ἐνελιττόμενος, τὸν τῶν τεσσαράκοντα ἡμερῶν ἀριθμὸν ἐκτελεῖ.»
Τοῦ αὐτοῦ, ἐκ τῆς βίβλου τῶν ὑποσημειωθέντων ἰδιοχείρως διαφόρων κεφαλαίων· ὑποσημείωσις δευτέρα ἐστὶν αὕτη Ὅτι δεῖ τὰς τεσσαράκοντα ἡμέρας ἀπαραλείπτως νηστεύειν· αἵ τινες ἐκ τῶν ὀκτὼ ἑβδομάδων συνάγονται· ἑκάστης ἑβδομάδος τῶν δύο ἡμερῶν, λέγω δὴ Σαββάτου καὶ Κυριακῆς, τῇ ἀναπαύσει προσκεκληρωμένων· ὡς ἐντεῦθεν εἶναι δῆλον, ὅτιπερ οὐ χρὴ ἐν Σαββάτῳ καὶ Κυριακῇ νηστεύειν, οὐδὲ ἐν τῇ ἁγίᾳ τῶν νηστειῶν Τεσσαρακοστῆ.
Τοῦ καταράτου καὶ θεοστυγοῦς Βενιαμὶν, γενομένου ψευδεπισκόπου Ἀλεξανδρείας Αἰγύπτου, τῆς κακίστης συνωρίδος τυγχάνοντος Διοσκόρου καὶ Σευήρου, ἐκ τοῦ τετάρτου βιβλίου τῶν ἑορταστικῶν αὐτοῦ, ψευδεορταστικῇ τριακοστῇ, ἧς ἡ ἀρχή· «Φαιδρὰ καὶ ἀξιάγαστος.» Καὶ πρὸς τὰ τέλη. Ἀρχόμενοι τῶν τεσσαράκοντα ἡμερῶν τῆς νηστείας, ἤγουν τῶν ὀκτὼ ἑβδομάδων, καὶ νηστεύοντες σωφρόνως ἐπὶ καθαιρέσει τῶν ἐπανισταμένων κατὰ τῆς ψυχῆς ὀκτὼ λογισμῶν, ἀπὸ εἰκάδος ἑβδόμης τοῦ κατὰ Αἰγυπτίους Μεχὴρ μηνὸς, μέχρι εἰκάδος μηνὸς Φαρμουθί.
Τοῦ αὐτοῦ, ψευδεορταστικῇ τριακοστῇ πρώτῃ, ἧς ἡ ἀρχὴ οὕτως ἐστίν· «Καὶ νῦν ἀκούειν δοκῶ.» Καὶ πρὸς τῷ τέλει. Ἀρχόμενοι τῶν ὀκτὼ ἑβδομάδων τῆς νηστείας, τουτέστι τῆς ἁγίας Τεσσαρακοστῆς, διὰ τὸ μὴ συναριθμεῖσθαι τὸ Σάββατον καὶ τὴν Κυριακὴν ταῖς ἁγίαις νηστείαις, ἀπὸ ἐννεακαιδεκάτης τοῦ κατὰ Αἰγυπτίους Μεχὴρ μηνὸς, κατὰ δὲ Ῥωμαίους εἰδοῖς Φεβρουαρίου, ἥτις ἐστὶ Φεβρουαρίου τρισκαιδεκάτη· τῆς δὲ ἁγίας ἑβδομάδος τοῦ σωτηριώδους Πάσχα, ἀπὸ ὀγδόης τοῦ κατὰ Αἰγυπτίους Φαρμουθὶ μηνός· κατὰ δὲ Ῥωμαίους πρὸ τριῶν νόννων Ἀπριλλίων, ἥ τις ἐστὶν Ἀπριλλίου τρίτη· καὶ ἐφεξῆς, τελέσαντες τὰς ἁγίας τοῦ Πάσχα ἡμέρας, ἑσπέρᾳ βαθείᾳ τοῦ ἁγίου Σαββάτου καταπαύσομεν τὴν νηστείαν.
المؤلَّف
النص
يفتح المقطع ذا الصلة في نافذة جديدة.