Καὶ μὴ θάρσει, ἕως οὗ τὴν ἀπόφασιν δέξῃ· ὁρῶν ἐκεῖνον, τὸν καὶ μετὰ τὴν ἐν νυμφῶνι κατάκλισιν, χεῖρας καὶ πόδας δεσμούμενον, καὶ εἰς τὸ σκότος αἰώνιον ἐξοριζόμενον· ἀλλὰ κἂν νηστεύῃς, κἂν ἀγρυπνῇς, κἂν χαμαικοιτῇς, κἂν ψάλλῃς, κἂν διαμονῇς, κἂν μετανοίας πολλὰς ποιῇς, κἂν ἄλλο τι καλὸν ποιῇς, μὴ λέγου, ὅτι ἐξ ἰδίου μου κόπου, ἢ ἀπὸ ἰδίας προθυμίας γεγένηται, ἀλλ᾽ ἐκ τῆς Θεοῦ βοηθείας καὶ ἀντιλήψεως γίνεται, καὶ οὐχὶ ἐκ τῆς ἐμῆς σπουδῆς. Σπούδασον πάντοτε, ἀδελφὲ, ἵνα ὑπάρχῃς ἀεὶ ἁπλοῦς καὶ ἄμωμος· καὶ μὴ ἔχε ἄλλα ἐν τῇ καρδίᾳ, ἄλλα ἐν τῷ στόματί σου· τοῦτο γὰρ δόλιόν ἐστι· καὶ συνεχῶς μετὰ δακρύων προσεύχου· καὶ οὕτω ποιῶν ἀπαλλαγήσῃ τοῦ ὀλεθρίου καὶ πονηροῦ παραπτώματος.