Πρῶτον ἀτενίσαντες εἰς τὸν οὐρανὸν ἐπικαλεσάμενοί τε τὸν Θεὸν καὶ ἐπειπόντες «τὸ θέλημά σου, Κύριε, γενέσθω καὶ μὴ τὸ ἡμέτερον», ἐκαθίσαμεν.
Ἔπειτα ἐπεὶ πάντες προὔτρεψαν καὶ ἠξίωσαν ἐμὲ πρῶτον λέγειν, ἀπὸ Θεοῦ ἀρξάμενος καὶ αὐτὸν προστησάμενος ἐπόπτην τοῦ λόγου, δεικνύς, ὅτι φύσει εἶς καὶ ἕνα κόσμον ἐδημιούργησε, μίαν συνεστήσατο κατ’ ἀρχὰς ἐκκλησίαν ἀγγέλων ἐν οὐρανοῖς, ἕνα παράδεισον ἐφύτευσε καὶ ἕνα ἄνθρωπον ἔπλασε καὶ ὡς τοσοῦτον τὴν ἕνωσιν τῶν καλῶν ὑπεραγαπᾷ, ὅτι, τοῦ ἀποστατήσαντος ἀγγέλου καὶ ἐπὶ γῆς τεκταινομένου διαίρεσιν, αὐτὸς ὁ εἶς τῆς Τριάδος ὑπὲρ τῆς τῶν πάντων ἑνώσεως ἐνηνθρώπησε καὶ μίαν συστησάμενος πρωτοτόκων ἐκκλησίαν ἐν οὐρανοῖς, ἐκεῖ μὲν αὐτὸς σύνεστι τοῖς ἁγίοις, ἅτε πάντων ἕνωσις ἀκροτάτη, κατέλιπε δὲ καὶ ταῖς ἐν γῇ ἐκκλησίαις τὸν τόπον αὐτοῦ τηροῦντας καὶ πληροῦντας τὸ θέλημα τοὺς τῶν ὀρθοδόξων ἀρχιερεῖς, ὧν πρῶτος ἐν τοῖς ζῶσιν ὁ νῦν οἰκουμενικός, ὃς μιμούμενος τοῦτον τὸν φύσει Κύριον καὶ Διδάσκαλον καὶ εἰς ἑνότητα τῆς πίστεως συνάγων ἅπαντας, ὅσον αὐτῷ δυνατόν, κατανεύσας καὶ ταῖς ὑμῶν ἀξιώσεσιν, ἀπέστειλεν ἡμᾶς, οὓς ἤδη ὁρᾶτε, τὴν τῆς ἐκκλησίας ἕνωσιν πάνυ διψῶν, οὐκ αὐτὸς δὲ μόνον, ἀλλὰ καὶ ὁ κράτιστος καὶ ἁγιώτατος ἡμῶν βασιλεὺς σὺν αὐτῷ.