ΑΠΙΣΤΟΣ. Θαυμαστὴ ἡ ἀπάντησις. [61] ἀλλ’ ἵνα τί, πρόσκαιρα ἁμαρτάνοντες, αἰώνια κολαζόμεθα, καὶ τῆς ἁμαρτίας ἡμῶν παυομένης αὐτίκα, ἡ διαδεχομένη ταύτην κόλασις τέλος οὐ κέκτηται;
ΟΡΘΟΔΟΞΟΣ. Τοῦτο διὰ τὴν πρόθεσιν καὶ τὸν εἰς τὴν ἁμαρτίαν ἡμῶν ἄληκτον πόθον συμβαίνει. εἰ γὰρ θάνατος ἡμᾶς καὶ ἄκοντας διίστησι τῶν χειρόνων, ἀλλ’ ἡμεῖς, τό γε εἰς ἡμᾶς ἧκον, οὕτω πρὸς ταῦτα ἐρωτικῶς διακείμεθα, ὡς ἀεὶ βιωσόμενοι καὶ ἀδιάπαυστα ἁμαρτήσοντες, ὡς δι’ αὐτὸ τοῦτο ζῶντες καὶ δι’ οὐδὲν ἄλλο πάντως· καὶ δι’ αὐτό, τοῦ ἁμαρτάνειν οὐδὲ ἐν τῷ θανεῖν παραιτούμεθα. ὥσπερ ἄρα ἐκ διαμέτρου τῆς ἡμετέρας σπουδῆς πράττουσιν οἱ τὴν ἀρετὴν μετερχόμενοι, ἡδέως ὑπὲρ τοῦ πράττειν αὐτὴν ζῶντες καὶ προθύμως, οὐχ ἅπαξ ἀλλὰ μυριάκις εἰ δέοι, ὑπὲρ αὐτῆς ἀποθνῄσκοντες. ὡς οὖν ἐκεῖ τοῖς ἀγαθοεργοῦσι προσκαίρως, διὰ τὴν εἰς τὰ καλὰ ἀθάνατον πρόθεσιν, ἀνάπαυσις ἄληκτος ἕπεται, οὕτω κἀνταῦθα κόλασις ἀπέραντος ἀκολουθεῖ τοῖς τὸν σκοπὸν καὶ τὸν πόθον τοῦ ἁμαρτάνειν αἰώνιον ἔχουσιν. ἢ τίς ὁ λόγος, ἐπὶ μὲν τῆς προσκαίρου ἀρετῆς ζωὴν αἰώνιον καὶ ἀκήρατον, ἐπὶ δὲ τῆς προσκαίρου κακίας πρόσκαιρον κόλασιν ἀπεκδέχεσθαι;