Τῷ μεγάλῳ χαρτοφύλακι τῆς ἁγιωτάτης τοῦ Θεοῦ Μεγάλης Ἐκκλησίας καὶ ἀρχιδιακόνῳ κυρῷ Ἰωάννῃ τῷ Ὁλοβόλῳ. Ἐν τῇ Βασιλευούσῃ τῶν Πόλεων.
Ἔπεισιν εὐδαιμονίζειν καὶ κατὰ τοῦτό με τὴν βασίλειον πόλιν, καὶ εὐφημισμῶν ὅσων αὐτὴν καὶ μακαρισμῶν ἀξιοῦν, ἐφ’ ᾧ τοιούσδε πολίτας πεπλούτηκεν, εὐγενεῖς τὸ σῶμα, εὐγενεῖς τὴν ψυχήν, πλουσίους τοῖς χρήμασιν, ὀλβίους τὴν ἀρετήν, ἐνδόξους τε ἀξιώμασι, λαμπροὺς τὴν σοφίαν, οἷόν μοι καὶ σέ, πανολβιώτατε, αὕτη προήνεγκε. Καὶ γὰρ τοσοῦτόν σου τὸ ἐν πᾶσι καλοῖς περιδέξιον πέφυκε, λέγω δὴ τὸ τοῦ γένους ἐπίσημον, τὸ πρὸς τὴν εἰς Θεὸν εὐσέβειαν θερμὸν καὶ διάπυρον, τὸ πρὸς πᾶσαν ἀρετῆς ἰδέαν ἐπιρρεπές, τὸ ἀγχίνουν τῆς διανοίας καὶ ὀξὺ καὶ οὐχ ἥκιστα εὐεπήβολον, ὡς καὶ πολλοὺς ἐρᾶν σοῦ διερεθίζειν, καὶ πρὶν ὄψεως θεατὰς γενέσθαι τῆς σῆς καὶ τῶν σῶν καλῶν ἀπολαῦσαι ὁπωστιοῦν ἢ τῆς σῆς ὅλως φιλίας πεῖραν σχεῖν. Ἐγὼ δὲ καὶ ἀκοῇ ὠτὸς ἤκουσά σου καὶ αὐταῖς εἶδόν σε ὄψεσι καὶ λόγων κοινωνὸς ἐγενόμην καὶ σύνειμί σοι ἀεὶ τῇ ψυχῇ. Καί σου τῷ ἱμέρῳ τυραννηθεὶς καὶ τῶν ἐρώτων ἁλώσιμος γεγονώς, πειρῶμαι καὶ διὰ τοῦ παρόντος σε ἐπισπάσασθαι γράμματος· τοιοῦτόν μοι, θαυμάσιε, τὸ πρὸς σὲ διακείμενον καὶ τοιαῦταί με ἐλπίδες εἰς τὴν σὴν προσδιαλαλιὰν διὰ τῆς παρούσης ἐπιστολῆς κεκινήκασι.