Ἀπόκρισις
Εἰ οὖν τὸ κήρυγμα ἀληθὲς ἔχομεν, τελέσωμεν πάσας τὰς ἐντολὰς καὶ τότε εἴδομεν εἰ ὑπὸ τῆς ἁμαρτίας ἐνεργούμεθα.
Τὸ γὰρ ἅγιον βάπτισμα τέλειον μέν ἐστιν, οὐ τελειοῖ δὲ τὸν μὴ ποιοῦντα τὰς ἐντολάς. Μὴ οὖν ἀνθρωπίναις ὑπονοίαις, ἀλλὰ τῇ θείᾳ Γραφῇ μᾶλλον πιστεύσωμεν ὅτι· «Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς Γραφάς», καὶ ὅτι· «Συνετάφημεν αὐτῷ διὰ τοῦ βαπτίσματος», καί· «Ὁ ἀποθανὼν δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας», καὶ ὅτι· «Ἁμαρτία ἡμῶν οὐ κυριεύσει», ἐὰν τὰς ἐντολὰς αὐτοῦ ποιήσωμεν. Εἰ δὲ οὐ ποιοῦμεν, ἄπιστοί ἐσμεν, καὶ δικαίως ὑπὸ τῆς ἁμαρτίας κρατούμεθα. Πίστις γάρ ἐστιν οὐ μόνον τὸ βαπτισθῆναι εἰς Χριστόν, ἀλλὰ καὶ τὸ ποιεῖν τὰς ἐντολὰς αὐτοῦ. Ὅτι μὲν γὰρ μυστικῶς συνταφέντες αὐτῷ διὰ τοῦ βαπτίσματος καὶ συνήγειρεν ἡμᾶς καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις, κατὰ τὴν Γραφήν, δῆλον· ὅμως ἔδωκεν ἐντολάς, ἵνα ταύτας ποιήσαντες εὕρωμεν τὴν δεδομένην ἡμῖν τελειότητα. Εἰ δὲ μὴ ποιήσομεν, ἑκουσίως φανῶμεν ἐνεργούμενοι ὑπὸ τῆς ἁμαρτίας. Εἰ οὖν λέγομεν ἐξ ἔργων ἀναιρεῖν τὴν ἁμαρτίαν, ἄρα Χριστὸς δωρεὰν ἀπέθανε, καὶ τὰ εἰρημένα πάντα ψευδῆ τυγχάνει. Καὶ οὐκ ἔστι τέλειον τὸ βάπτισμα.