Χώρημα καρδίας ἐλπὶς εἰς Θεόν· στενοχωρία δὲ αὐτῆς φροντὶς σωματική.
Μία μέν ἐστι καὶ ἀναλλοίωτος ἡ χάρις τοῦ Πνεύματος· ἐνεργεῖ δὲ ἰδία ἑκάστῳ καθὼς βούλεται. Ὥσπερ ὑετὸς ἐπιχεθεὶς τῇ γῇ τοῖς φυτοῖς προσφυῆ παρέχει ποιότητα, γλυκεῖαν μὲν τοῖς γλυκέσι, στυφὴν δὲ τοῖς στυφοῖς, οὕτω ἡ χάρις, ταῖς καρδίαις τῶν πιστῶν ἀτρέπτως ἐπιβάλλουσα, ἁρμοζούσας ταῖς ἀρεταῖς τὰς ἐνεργείας χαρίζεται. Τῷ διὰ Χριστὸν πεινῶντι γίνεται τροφή, καὶ τῷ διψῶντι πόμα ἡδύτατον· τῷ ῥιγῶντι ἔνδυμα, καὶ τῷ κοπιῶντι ἀνάπαυσις· τῷ προσευχομένῳ ἐλπὶς καρδιακή, καὶ τῷ πενθοῦντι παράκλησις. Ὅταν δὴ οὖν ἀκούσῃς τῆς θείας Γραφῆς λεγούσης περὶ τοῦ ἁγίου Πνεύματος ὅτι ἐκάθισεν ἐφ’ ἕνα ἕκαστον τῶν ἀποστόλων, ἢ ὅτι ἐφήλατο ἐπὶ τὸν προφήτην, ἢ ἐνεργεῖ, ἢ λυπεῖται, ἢ σβέννυται, ἢ παροξύνεται καὶ πάλιν τοὺς μὲν ἀπαρχὴν ἔχοντας, τοὺς δὲ πλήρεις Πνεύματος ἁγίου, μὴ τομὴν ἢ τροπὴν ἢ ἀλλοίωσίν τινα ἐννοήσῃς ἐπὶ τοῦ Πνεύματος· ἀλλὰ πίστευε καθ’ ὃν προειρήκαμεν τρόπον ἄτρεπτον καὶ ἀναλλοίωτον καὶ παντοδύναμον, δι’ ὃ ἐν ταῖς ἐνεργείαις καὶ μένει ὅ ἐστι, καὶ ἑκάστῳ τὸ δέον ἀποσώζει θεοπρεπῶς. Αὐτὸ μὲν γὰρ ἡλίου δίκην ἐπὶ τοὺς βαπτισθέντας τελείως ἐκκέχυται. Ἕκαστος δὲ ἡμῶν, καθ’ ὃ ἂν τὰ ἐπισκοτοῦντα πάθη μισήσας περιαιρῇ, ἀναλόγως φωτίζεται· καθ’ ὃ δὲ ἂν ἀγαπῶν αὐτὰ διαλογίζεται, ὁμοίως σκοτίζεται.