Ταῦτα ἀκούσας ὁ σχολαστικὸς ἔφη·
Οἱ οὖν ἄρχοντες ἁμαρτάνουσι, τοὺς ἀδικοῦντας ἀμυνόμενοι καὶ τοῖς ἀδικουμένοις τὸ δίκαιον ἀποσῴζοντες;
Ἀπεκρίθη ὁ γέρων·
Οἱ δικασταὶ οὐχ ἁμαρτάνουσιν, ἀλλ’ οἱ παραδιδόντες καὶ μὴ τῷ Θεῷ ἀποδιδόντες· πρῶτον μὲν ὅτι πᾶν τὸ ἐπελθὸν αὐτοῖς τῶν ἰδίων κακῶν ἐπιφορὰ τυγχάνει, εἰς μετάνοιαν αὐτοὺς ἕλκον καὶ οὐκ εἰς ἄμυναν· δεύτερον δέ, εἰ καὶ ἀδίκως ἔπαθον, τὸ τυχὸν πλημμέλημα ἔδει ἀφεῖναι τῷ ἀδικήσαντι, ἀκούσαντας τοῦ Κυρίου εἰρηκότος· «Ἄφετε, καὶ ἀφεθήσεται ὑμῖν», καὶ μὴ διὰ τῆς ἀνθρωπίνης ἀνταποδόσεως ἀσυγχώρητα ποιεῖν τὰ ἑαυτοῦ κακά. «Οἱ δὲ ἄρχοντες, κατὰ τὸν Ἀπόστολον, οὐκ εἰσὶ φόβος τῶν ἀγαθῶν ἔργων, ἀλλὰ τῶν κακῶν.» Οὐ γὰρ τοὺς πιστοὺς καὶ εὐλαβεῖς ἀναγκάζουσι τῶν ἀδικούντων κατηγορεῖν, οὐδὲ τοῖς ἀνεξικάκοις ἐγκαλοῦσι διότι οὐ χρῶνται τοῖς δικαστηρίοις ἀδικούμενοι, ἀλλὰ τοῖς βουλομένοις παρέχουσι τὴν ἐκδίκησιν. Τοὺς δὲ διὰ τὸν Θεὸν μακροθυμοῦντας, ὡς μᾶλλον εὐφρονοῦντας, καὶ τιμῶσι καὶ ἀποδέχονται. Ὥσπερ οὖν τοὺς μὴ βουλομένους ἐντυγχάνειν οὐκ ἐφέλκονται, οὕτω τοὺς κατηγοροῦντας ἐκδικοῦντες οὐχ ἁμαρτάνουσι. Διὸ χρή, ὦ σοφώτατε, μετὰ τοὺς ἔξωθεν λόγους τε καὶ νόμους, λοιπὸν καὶ τὸν πνευματικὸν διδαχθῆναι νόμον, καὶ τοὺς ὑπὲρ εὐσεβείας ἀναδέξασθαι πόνους, καὶ ὡς ἴδια ὑπομένειν τὰ ἐπερχόμενα θλιβερά, ὧν χωρὶς οὐ δύναταί τις ἀληθῶς γενέσθαι σοφός.