Οὐκ ἄρα καὶ ἐπὶ τούτων, Υἱοῦ λέγω καὶ Πνεύματος, ἀναγκαία ἡ κατὰ τὴν σχέσιν ἀντίθεσις πρὸς διάκρισιν, εἴπερ καὶ διὰ τῆς ἀντιφατικῆς ἀντιθέσεως δύνανται διακρίνεσθαι.
δʹ. Οἱ Λατῖνοι μὴ θέλοντες ἕπεσθαι ταῖς κοινῇ παρὰ πᾶσιν ὁμολογουμέναις τῆς θεολογίας ἀρχαῖς, ἀλλ’ ἑτέρας ἐπινοοῦντες αὐτοὶ πρὸς τὴν ἰδίαν ὑπόθεσιν συντεινούσας, οὐ καθάπερ ἡμεῖς διαιροῦσι τὰ τῷ Θεῷ προσόντα, τὰ μὲν κοινὰ λέγοντες εἶναι, τὰ δὲ ἴδια τῶν θεαρχικῶν προσώπων, ἀλλ’ ἕτερόν τινα καινότερον τρόπον τὰ μὲν ἴδιά φασιν εἶναι, τὰ δὲ κοινά, τὰ δὲ κοινότατα· τὰ μὲν ἑνὶ προσώπῳ προσόντα λέγοντες ἴδια· τὰ δὲ δυσί, κοινά· τὰ δ’ ὁμοῦ τοῖς τρισί, κοινότατα. Ὅτι μὲν οὖν ἀσυνήθη ταῦτα καὶ τοῖς Λατίνοις συνήθως κεκαινοτόμηται, δῆλον ἐξ αὐτῶν τῶν φωνῶν. Ἀλλ’ ἴδωμεν καὶ τίνα ἐστίν, ἅ φασιν εἶναι κοινὰ καὶ οὐχὶ κοινότατα. Τῷ μὲν Υἱῷ καὶ Πνεύματι λέγουσιν εἶναι κοινὸν τὸ ἐκ τοῦ Πατρὸς εἶναι, δηλαδὴ τὸ αἰτιατόν, καὶ δὴ καὶ τὸ πέμπεσθαι παρ’ αὐτοῦ καὶ ὅσα τούτοις ὁμόστοιχα· τῷ δὲ Πατρὶ καὶ Υἱῷ, τὸ πέμπειν τὸ Πνεῦμα καὶ προχεῖν καὶ πηγάζειν, καὶ εἴ τι τοιοῦτον, οἷς ταὐτὸν εἶναι λέγουσι καὶ αὐτὸ τὸ προβάλλειν οὐσιωδῶς τὸ Πνεῦμα.