Ἐφιλονείκησεν ἕτερος καὶ ἀδιόρθωτον τὸ κακὸν ἔσπευσεν ἐργάσασθαι; Σὺ φιλονείκησον ἐπανορθῶσαι τὸ γεγονός, ὡς εἰ μηδὲ ὅλως ἐγένετο. Ἤκουσά του τῶν παρ’ ὑμῖν σοφῶν οἰκονομίας χάριν καὶ διορθώσεώς τινων οὐχ ὑγιῶς περὶ τὴν πίστιν ἐχόντων τὴν προσθήκην ταύτην ἐξ ἀρχῆς ἐπινοηθῆναι. Οὐκοῦν οἰκονομίας χάριν ἀφαιρεθήτω πάλιν, ἵνα προσλάβησθε ἀδελφούς, ὧν τῷ χωρισμῷ σπαράττεσθαι πάντως ὑμᾶς εἰκός, εἰ μὴ ἀναλγήτως ἔχετε. Λάβε μοι κατὰ νοῦν τὰ τῶν Χριστιανῶν αἵματα τὰ καθ’ ἑκάστην ἐκχεόμενα τὴν ἡμέραν καὶ τὴν ὑπὸ βαρβάρους πικρὰν δουλείαν καὶ τὸν ὀνειδισμὸν τοῦ σταυροῦ τοῦ Χριστοῦ, προσέτι δὲ θυσιαστηρίων ἀνατροπήν, εὐκτηρίων οἴκων καθαίρεσιν, θείων ὕμνων ἀργίαν, ἁγίων τόπων κατάσχεσιν, ἱερῶν σκευῶν καὶ ἐπίπλων διανομὴν, ἃ πάντα λυθῆναι διὰ τῆς ἡμῶν εἰρήνης καὶ ὁμονοίας εἰκός, τοῦ θεοῦ συνεργοῦντος, ἢν ἐθελήσητε μόνον, τὸ τραχὺ τοῦτο καὶ ἀνένδοτον ἀποθέμενοι, συγκαταβῆναι τοῖς ἀσθενέσιν ἡμῖν καὶ τὰ σκανδαλίζοντα ἡμᾶς ἐκ μέσου περιελεῖν. Εἰ βρῶμα, φησί, σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα. Καὶ μὴν οὐ κεκώλυται τὸ κρέα φαγεῖν.