Τίς δώσει τῇ κεφαλῇ μου ὕδωρ καὶ τοῖς ὀφθαλμοῖς μου πηγὴν δακρύων, καὶ κλαύσομαι τὴν θυγατέρα Σιών, τὴν τοῦ φιλοσόφου λέγω ψυχήν, ῥιπιζομένην καὶ μεταφερομένην ὡς χνοῦς ἀπὸ ἅλωνος θερινῆς;
Ἀλλ’ ἐρεῖς ἴσως, ὡς οὐκ ἐπὶ τἀναντία γέγονεν ἡ μετάθεσις· μεσότητα δέ τινα καὶ οἰκονομίαν περισκοποῦμεν. —Οὐδέποτε διὰ μεσότητος, ἄνθρωπε, τὰ ἐκκλησιαστικὰ διωρθώθη· μέσον ἀληθείας καὶ ψεύδους οὐδέν ἐστιν· ἀλλ’ ὥσπερ τὸν τοῦ φωτὸς ἔξω γενόμενον ἐν τῷ σκότει εἶναι ἀνάγκη, οὕτω τὸν τῆς ἀληθείας μικρὸν παρεκκλίναντα τῷ ψεύδει λοιπὸν ὑποκεῖσθαι φαίημεν ἂν ἀληθῶς· καίτοι γε φωτὸς μὲν καὶ σκότους ἔστιν εἰπεῖν μεσότητα τὸ καλούμενον λυκαυγὲς ἢ λυκόφως, μεσότητα δὲ ἀληθείας καὶ ψεύδους οὐδ’ ἐπινοήσειεν ἄν τις, εἰ καὶ πολλὰ κάμοι. Ἄκουσον ὅπως ἐγκωμιάζει τὴν τῆς μεσότητος σύνοδον ὁ πολὺς ἐν θεολογίᾳ Γρηγόριος· «Εἴτε τὸν Χαλάνης πύργον, ὃς καλῶς τὰς γλώσσας ἐμέρισεν (ὡς ὤφελόν γε καὶ ταύτας· ἐπὶ κακῷ γὰρ ἡ συμφωνία), εἴτε τὸ Καϊάφα συνέδριον, ᾧ Χριστὸς κατακρίνεται, εἴτε τι ἄλλο τοιοῦτον τὴν σύνοδον ἐκείνην ὀνομαστέον, ἣ πάντα ἀνέτρεψε καὶ συνέχεε, τὸ μὲν εὐσεβὲς δόγμα καὶ παλαιὸν καὶ τῆς Τριάδος ὁμότιμον καταλύσασα τῷ βαλεῖν χάρακα καὶ μηχανήμασι κατασεῖσαι τὸ ὁμοούσιον, τῇ δὲ ἀσεβείᾳ θύραν ἀνοίξασα διὰ τῆς τῶν γεγραμμένων μεσότητος· σοφοὶ γὰρ ἐγένοντο τοῦ κακοποιῆσαι, τὸ δὲ καλὸν ποιῆσαι οὐκ ἔγνωσαν».