Ἐγὼ δέ σοι καὶ τὸν περὶ αὐτοῦ λόγον ἐκ τῶν λογικῶν λειμώνων δρεψάμενος φέρω καθάπερ ἡδύπνουν ἄνθος, οὐκ ἄχαριν, οἶμαι, τῇ σῇ θειότητι δόξαντα.
Τέτταρα τῶν ἀνθέων τὰ κάλλιστά τε καὶ τιμιώτατα τῇ τετρακτύι τῶν στοιχείων ἀναλογεῖ· τὰ δέ εἰσιν ἴον, ῥόδον, κρίνον, κρόκος, ἰσοσύλλαβα πάντα καὶ κατὰ τὰς ὥρας ἐφεξῆς ἀλλήλοις ἀκολουθοῦντα, καθάπερ ἐφεξῆς τὰ στοιχεῖα τῇ θέσει. Καὶ τὸ μὲν ἴον ἀναλογεῖ τῇ γῇ· ψυχρόν τε γάρ ἐστιν ἱκανῶς καὶ βραχυτάτης ἰκμάδος ἢ τυχὸν οὐδ’ ἡστινοσοῦν μετέχον. Τὸ δὲ ῥόδον τῷ ὕδατι, ψυχρότητός τε καὶ ὑγρότητος εὐμοιροῦν ἀφθόνου, τὸ πᾶν ὡς ὅλον σχεδὸν εἰς εὐῶδες ὕδωρ ἑψηθὲν μεταρρεῖν. Τὸ δὲ κρίνον μιμεῖται τὸ διαφανὲς τοῦ ἀέρος, ὑψοῦ τε προτείνει τὴν κάλυκα καὶ οἷον ἐπείγεται πρὸς τὸ συγγενὲς ὑγρότητός τε καὶ αὐτὸ μετέχειν καὶ ψυχρότητος ἤδη μετρίας καὶ τῇ θέρμῃ συγκράτου· τοιοῦτος δέ που καὶ ὁ ἀήρ. Λοιπὸς δὲ ὁ κρόκος, πυρὶ ἴκελος εἶπεν ἂν ποιητὴς ἰδεῖν τε αὐτὸ καὶ γεύσασθαι, καὶ δὴ καὶ τὴν ἐνέργειαν ἔχων ἐπιεικῶς θερμαίνουσαν τοὺς χρωμένους. Αὐτίκα τὸ μὲν ἴον ἔοικε τῇ ἀνδρείᾳ πρῶτόν τε τῶν ἄλλων προϊὸν ἐκ τῆς γῆς, ὡς ἔχει κἀκ τοῦ ὀνόματος, καὶ τῶν τοῦ χειμῶνος λειψάνων καταφρονοῦν, ἤδη προσιόντος τοῦ ἔαρος. Τοιαύτη καὶ ἡ ἀνδρεία, μεσότης οὖσα περὶ θάρρη καὶ φόβους.