Ἀμήχανον γάρ, ἢ διαφορὰν ποσότητος εἶναι χωρίς, ἢ ποσότητα δίχα τοῦ δηλοῦντος αὐτὴν ἀριθμοῦ διαγνωσθῆναι. Καὶ ὁ μέν, τὴν φύσεων μόνην ἐπὶ Χριστοῦ γινώσκων ποσότητα, τὸ δὲ κατὰ σύνθεσιν ἐκ τῶν φύσεων τῆς ὑποστάσεως μοναδικὸν οὐκ εἰδώς, ἐπικάλυμμα ποιεῖται διαμπὰξ τῆς τῶν φύσεων διαιρέσεως, τὴν ψιλὴν τῆς ἑνώσεως προσηγορίαν· ὁ δέ, τὸ κατὰ μόνην τὴν φύσιν ἀντὶ τοῦ καθ’ ὑπόστασιν πρεσβεύων μοναδικόν, τὸ δὲ κατὰ φύσιν ποσὸν οὐκ εἰδώς, ἐπικάλυμμα ποιεῖται τῆς τῶν φύσεων συγχύσεως τὴν ψιλὴν ἐν ποιότητι φυσικῇ διαφοράν. Καὶ ὁ μέν, τὴν ἐν μόνῃ ποιότητι γνωμικῇ τῶν φύσεων ἕνωσιν πρεσβεύων, ἀρνεῖται τὴν μίαν ὑπόστασιν, ἀληθῆ τῶν πραγμάτων κατ’ οὐσίαν γεγενῆσθαι τὴν σύνοδον λέγειν οὐκ ἀνεχόμενος. Αὐθεντία γὰρ καὶ ἀξία, καὶ τοιάδε θέλησις, ὧν ἔφασκε Νεστόριος εἶναι τὴν ἕνωσιν, γνώμης ὑπάρχει κινήματα σαφῶς, ἀλλ’ οὐ φύσεως.