Τουτέστι, τελευταῖον δὲ παντὸς τοῦ εἰρημένου λόγου, μάνθανε συνοπτικῶς τὸν ἅπαντα τούτου σκοπόν· φόβον ἔχε θεοῦ, ἵνα πάσης κακίας ἀπέχῃ, καὶ τήρει τὰς αὐτοῦ ἐντολάς, ἵν᾽ ἐργάζῃ τὸ ἀγαθόν, διότι εἰς τοῦτο γέγονε καὶ ὑπάρχει φύσει ὁ κτισθεὶς κατ᾽ εἰκόνα θεοῦ καὶ ὁμοίωσιν ἄνθρωπος, τὸ φοβεῖσθαί τε τὸν θεὸν διὰ τὴν φθορὰν τῆς σαρκός, εἴτ᾽ ἀπειλουμένην, πιστευομένης τῆς ἀπειλῆς καὶ τηρουμένης τῆς ἐντολῆς, εἴτ᾽ ἐνεργουμένην, ἀπιστηθείσης τῆς ἀπειλῆς καὶ παραβαθείσης τῆς ἐντολῆς—ἐντεῦθεν γὰρ τῇ κατ᾽ ὀδύνην παιδείᾳ καὶ ἄκων ὑπομιμνήσκεται ὅτι ὑπὸ δεσποτείαν ἐστί—καὶ ἐργάζεσθαι τὸ ἀγαθὸν διὰ τὸ τὴν αὐτοῦ ψυχὴν φύσει ἔχειν κατεσπαρμένας ἐν ἑαυτῇ τὰς τοῦ καλοῦ ἐνεργητικὰς δυνάμεις, τὸ μὲν λογιστικὸν ὥστε τὸ ὄντως ἀγαθὸν ζητεῖν, τὸ δ᾽ ἐπιθυμητικὸν ὥστε τοῦτο ποθεῖν, καὶ τὸ θυμικὸν ὥστ᾽ αὐτοῦ ὑπεραγωνίζεσθαι. Μὴ μόνον δὲ διὰ τὴν εἰρημένην αἰτίαν ἔχε φόβον θεοῦ καὶ τήρει τὰς αὐτοῦ ἐντολάς, ἀλλὰ καὶ διότι θεὸς ἅπαν τὸ τοῦ ἀνθρώπου ἔργον, εἴτ᾽ ἀγαθόν ἐστιν εἴτ᾽ αὖ πονηρόν, ὑπὸ τὴν αὐτοῦ δικαιοτάτην ἀγάγῃ ἐξέτασιν, λόγους αὐτὸν ἀπαιτῶν ἐν πάσῃ παραβαθείσῃ ἐντολῇ.