Ἀλλ’, ὦ ἱερωτάτη καὶ τιμία μοι κεφαλή, ταῦτα γνώρισον τῷ ἱεραρχικῶς προκαθημένῳ τῆς ἀμωμήτου ἡμῶν καὶ ὀρθοδόξου πίστεως, οὗ πάντες οἵ τε πλησίον, καὶ οἱ μακρὰν ὑπὸ τὰς πτέρυγας ὁσίως ἐπαναπαυσόμεθα, μόνην κρηπῖδα δογμάτων ἱερωτέρων τὴν αὐτοῦ τε καὶ δι’ αὐτοῦ μακαρίαν ἔχοντες ἔλλαμψιν, δι’ ἧς πρὸς τὸ ἄσκιον φῶς καὶ Πατρικὸν ἐν Πνεύματι ἁγίῳ χειραγωγούμεθά τε καὶ ἀναγόμεθα· πρὸς αὐτὸν ὡς ἀρχηγὸν τῆς σωτηρίας ἡμῶν, μετὰ τὸν φύσει καὶ πρῶτον, ἀποσκοποῦντες, καὶ τὰς τρίβους εὐσεβῶς κατευθύνοντες, εἰς ζωὴν ἐπειγόμενοι τὴν οὐ φθορᾷ λυομένην, ἀλλ’ ἀφθαρσίᾳ συνισταμένην, ἧς ὥσπερ ἐνταῦθα ταῖς θεολήπτοις αὐτοῦ προσευχαῖς, καὶ ταῖς θεοσόφοις διδασκαλίαις ἐλπίδι μετέχομεν, οὕτω κἀκεῖ τῇ θεουργῷ μεσιτείᾳ καὶ προσαγωγῇ πείρᾳ κοινωνῆσαι καταξιωθείημεν, κατὰ τὴν ἐν αὐτῷ τῷ Λόγῳ καὶ Θεῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ μονὴν καὶ τελείωσιν.