Ἔργον
Μάξιμος ὁ Ὁμολογητής – Ζητήματα πρὸς Θεόπεμπτον
Ασκητική προσέγγιση της εντολής για το ράπισμα
Ερμηνεία της ευαγγελικής εντολής ως μέσου αντιμετώπισης της κενοδοξίας και καλλιέργειας της ταπείνωσης.
منصة لقراءة النصوص الآبائية والكتابية والبحث فيها واستكشافها
اختر مؤلفًا أو مؤلَّفًا أو سفرًا من الكتاب المقدس، وادرس المصدر اليوناني الأصلي مع الترجمة والملاحظات والإشارات المرجعية.
استخدام القارئ
بحث سريع ابحث مباشرة عن مؤلف أو مؤلَّف أو سفر من الكتاب المقدس.
اختيار مفصّل اختر مصدرًا، ثم مؤلفًا أو مؤلَّفًا أو فصلًا أو مقطعًا كتابيًا.
أدوات الدراسة أثناء القراءة، يمكنك استخدام الترجمات والإشارات المرجعية والملاحظات وإعدادات المظهر الشخصية.
Ἔργον
Ασκητική προσέγγιση της εντολής για το ράπισμα
Ερμηνεία της ευαγγελικής εντολής ως μέσου αντιμετώπισης της κενοδοξίας και καλλιέργειας της ταπείνωσης.
Τὴν δὲ δεξιὰν σιαγόνα, τὴν δεξιὰν πρᾶξιν φημί, καὶ ὅσην ὁ ἔνθεος ἡμῖν διὰ τῶν ἐντολῶν συνιστάμενος βίος χαρακτηρίζει, ῥαπιζομένην ὑπὸ τοῦ πονηροῦ τῇ προλήψει τῆς ἐνεργουμένης καλοκαγαθίας καὶ τῇ πληγῇ τῆς ἐντεῦθεν οἰήσεως, φλεγμαίνουσάν πως διὰ κενοδοξίας καὶ ἐπαιρομένην κατὰ τῶν μηδεμίαν ἢ μὴ τὴν ἴσην τυχὸν κεκτημένων· δι’ ἣν ὥσπερ ἄλλην καὶ οἷον ἀριστερὰν στρέφειν προσήκει τὸν ἤδη πρότερον ἡμᾶς κατὰ τὴν ἀπάτην τοῦ αἰῶνος τούτου καταμολύναντα βίον, τούτῳ τε πλήττεσθαι συνεχῶς διὰ τῆς μνήμης, καὶ ὡς ἁμαρτωλοὺς μᾶλλον συστέλλεσθαι καὶ μετριάζειν, ἢ ὡς ἁγίους μετεωρίζεσθαι, καὶ δι’ ἔπαρσιν καταπίπτειν, οὐκ ἔχοντας πῆξιν ἱερὰν τὴν ταπείνωσιν. Τιμάσθω δὲ μετὰ τῶν θεωρίᾳ λαμβανομένων, μᾶλλον δὲ καὶ πρὸ τούτων εἰς ἑτοιμασίαν ἱερὰν καὶ προκάθαρσιν, καὶ σωματικῶς ταῦτα τελούμενα διὰ τὸν ἐντειλάμενον κύριον, πραϋπαθείας ἐντεῦθεν ἕξιν τοῖς κατορθοῦσι δωρούμενον, καὶ τῆς τοῦ πλήττοντος περιγραφὴν ἀπληστίας, τῷ ἑτοίμῳ τῆς παραδοχῆς τὸ πρόθυμον τῆς πληγῆς ἀναστέλλοντα, αἰδουμένου τυχὸν εἰ μήτι ἄλλο, τὸ ὑπερβάλλον τῆς ὑποπτώσεως, καὶ τὸ μηδαμῶς ἀντιτείνειν τὸν δυνάμενον τοῦτο ποιεῖν, εἰργόμενον δὲ διὰ τὴν πρόσταξιν.
المؤلَّف
النص
يفتح المقطع ذا الصلة في نافذة جديدة.