<Epilogus>
Ἐγὼ δὲ τὴν ἔννοιαν τῆς Ἀποκαλύψεως ταύτης παρείληφα, καὶ οὐδὲν ἄλλο ἐσπούδασα ἤ τὸ εὐσύνοπτον καὶ τὸ εὐάρμοστον, τὴν σαφήνειαν καὶ τὸ εὐδιάλυτον· ὁ δὲ βουλόμενος ἐντυχεῖν τὴν πολλὴν σύγχισιν τῶν λόγων αὐτῆς, ζητείτω τὴν βίβλον τοῦ κειμένου αὐτῆς. Ἡ δὲ σύγχισις καὶ ἀναρμοστία, εἴτε ἐξ ἀρχῆς εἴτε παρὰ τῶν κατὰ καιροὺς ἀντιγράφων ἐγένετο, λέγειν οὐκ ἔχω. Οὐράνια δὲ τὰ λεγόμενα καὶ ξένα, καὶ οὐ προσήκει ἡμᾶς παρέργως ἀκούειν τὰ ἐκ τοῦ Θεοῦ καὶ τῶν ἀγγέλων ἐκκαλυφθέντα ἐξ οὐρανοῦ· ἔχουσι γὰρ τὸ ἀξιόπιστον ἐκ τῶν ἤδη τετελεσμένων, πῶς τὴν πόλιν ἐνέπρησαν καὶ τὰς αὐτῆς σάρκας κατέφαγον οἱ ἐχθροί, καὶ ἣν ἡμεῖς ὡς βασιλίδα μεγάλην ἐκλείζομεν, ὡς ἀκάθαρτον πόρνην προσανεῖχε Θεός, καὶ ἐν καιρῷ ἐπαγωγῆς ὁ πολὺς αὐτῆς πλοῦτος καὶ ἡ τρυφὴ καὶ ἡ δυναστεία ὤνησαν αὐτὴν οὐδέν. Ἔνθα γὰρ ἐπιπολάζει τὸ αἶσχος τῆς ἁμαρτίας, δόξα καὶ πλοῦτος λογίζεται εἰς οὐδέν, καί, ἀρετῆς μὴ παρούσης εἰκαῖα πάντα καὶ ἀτελῆ· ὥσπερ καὶ αὐτὴ πολλὰ μὲν εἶχε μοναστήρια καὶ εἰκόνας κεκοσμημένας ἐν χρυσίῳ καὶ ἀργυρίῳ, καὶ ψαλμωδίας εὐήχους, καὶ αἰσθητὰς εὐταξίας, ἀλλ’ ἐπειδὴ τὸ ποτήριον τῆς φύσεως αὐτῆς μεστὸν ἦν βδελυγμάτων καὶ πάσης ἀκαθαρσίας καθὼς ὁ βλέπων ἐμαρτύρησε περὶ αὐτῆς, οὐκ ἴσχυσεν αὐτῆς ἡ εὐδαιμονία ἐξαρπάσαι αὐτὴν ἐκ τῆς δικαίας ἀγανακτήσεως τοῦ Θεοῦ.