Νεοφύτου πρεσβυτέρου μοναχοῦ καὶ ἐγκλείστου ὁμιλία παραινετικὴ περὶ ὑπακοῆς πρὸς τοὺς ἑαυτοῦ φοιτητὰς
ὁμιλία παραινετικὴ περὶ ὑπακοῆς πρὸς τοὺς ἑαυτοῦ φοιτητὰς Εὐλόγησον, πάτερ.
Ὤφειλον, ἀδελφοί μου, συχνάκις ὑμῖν προσομιλεῖν καὶ ἀναμιμνήσκειν ὑμᾶς τὰ σωτηρίας ἐχόμενα Θεοῦ λόγια· ὅτι δὲ βραδυτέρως καὶ οὐ συχνάκις τοῦτο πράττεται παρ’ ἡμῶν, οὐκ ἀσκόπως οὐδ’ ἀλογίστως καὶ τοῦτο γίνεται, ἀλλὰ τὸ μὲν ὅτι χρηστὰς ἐλπίδας κέκτημαι περὶ ὑμῶν, ὅτι καὶ σιωπώντων ἡμῶν σπεύδει ἕκαστος ὑμῶν διὰ τῆς χάριτος τοῦ Χριστοῦ τὴν ἰδίαν σῶσαι ψυχήν, τὸ δὲ ὅτι, ἐπειδὴ καὶ πρακτικοῦ λόγου ἐνδεεῖς καθεστήκαμεν, καλὸν ἐλογισάμεθα τοῦ σιωπᾶν. Καὶ πάλιν οὐ καλὸν ἀντελογισάμεθα ἐς ἀεὶ σιωπᾶν καὶ μὴ τὰ δέοντα ὑμῖν διαλέγεσθαι. Διὸ καὶ βραχέα τινὰ περὶ ὑπακοῆς, τῆς καλλίστης ἐν ἀρεταῖς, ὑμῖν ὁμιλῆσαι ἠθέλησα. Καὶ εἰ μὲν ἀκούσητε καὶ προσέξητε καὶ φυλάξητε, πάντως ἑαυτοὺς ἂν ὑμᾶς τὰ μέγιστα ὠφελήσητε, ὥσπερ καὶ παρακούοντες οὐχ ἄλλῳ τινὶ ἀλλ’ ὑμᾶς ἑαυτοὺς ἔχοιτε ἂν καταβλάψαι. Καὶ ἰδοὺ ἐν παραδείγματι γράφω ὑμῖν τῆς ἀρετῆς ταύτης τὸν τρόπον σαφέστατα. Ὥσπερ γὰρ ὁ θέλων οἰκοδομῆσαι οἶκον οὐ δύναται τοῦτον οἰκοδομῆσαι, ἐὰν μὴ πρῶτον καλὸν καταβάλῃ θεμέλιον, οὕτω καὶ ὁ θέλων προκόψαι πρὸς ἀρετὴν προκόψαι οὐ δύναται, ἐὰν μὴ πρῶτον θέσῃ θεμέλιον ὑπακοὴν καὶ ἐγκράτειαν καὶ ὑπομονὴν καὶ ταπείνωσιν.