Ἐγὼ δὲ τῷ προρρηθέντι μοναχῷ, ὡς πλησιάζοντί μοι, καὶ πάλιν ἔφην· «Λάβε μοι τὸ βαρυσφύριον καὶ κροῦσον τοῦ λίθου».
Λαβὼν δὲ καὶ κρούσας, προμηθείᾳ Θεοῦ ἀπερράγησαν τμήματα δύο, ἀνδροσηκώματος πλεῖον, καὶ μόλις ταῦτα κυλίσαντες μικρὸν ἄποθεν τοῦ λίθου, τὸ ἄχθος κουφότερον γέγονε· ὃν καὶ μικρὸν διακουφίσαντες, ἐξείλαντό μου τὴν χεῖρα, ὢ θείας καὶ ἀνεκφράστου δυνάμεως, μηδὲν δεινὸν πεπονθυίας, πλὴν ὅτι ὁ λιχανὸς δάκτυλος μόνος ἐνάρκησε μικρόν. Ἐγὼ δέ, τοῦ λίθου ἐπιλαβόμενος τῇ μιᾷ χειρί, τὴν ἑτέραν κρατήσαντες οἱ ἀδελφοί, κἀγὼ κατὰ μικρὸν πρὸς αὐτοὺς ἐνδιδούς, μόλις ἐπανῆλθον τῆς δεινῆς κρεμαστῆρος ἐκείνης. Καὶ ἐν τῇ ῥηθείσῃ μικρᾷ τρίβῳ προσερείσας τοὺς πόδας καὶ τὰς χεῖρας ἄνω διαπετάσας, ἔδωκα δόξαν τῷ Θεῷ, τῷ ἐκ τηλικούτου θανάτου ῥυσαμένῳ με παραδόξως· «Καὶ ὑψώσω σε», ἔλεγον, «Κύριε, ὅτι ὑπέλαβές με καὶ οὐκ εὔφρανας τοὺς ἐχθρούς μου, ἐπ’ ἐμέ· Κύριε ὁ Θεός μου, ἐκέκραξα πρὸς σὲ καὶ ἰάσω με· Κύριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου καὶ ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον», ὅτι «εὐλογητὸς εἶ» εἰς τοὺς αἰῶνας. Ἀμήν.