Ἐπεί τοι γε εἰ φιλοδοξοίη, ζητείτω δόξαν τὴν ἀληθῆ τε καὶ μένουσαν, μὴ τὴν ψευδομένην καὶ παραρρέουσαν, ἀνθρώποις προσκείμενος, καὶ Χριστοῦ ἀφιστάμενος. Ὁ γὰρ ἀνθρώποις σπεύδων ἀρέσκειν, οὐκ ἔστι δοῦλος Χριστοῦ, καὶ οἷς πάντες ἄνθρωποι λέγουσι καλῶς, τούτοις ὁ ἀληθὴς Λόγος ἀποκληροῖ τὸ οὐαί. Κἂν οὐχ’ οἱ πολλοὶ τῆς ἴσης γνώμης ἡμῖν, ἀλλὰ μήτ’ ἐν πονηρευομένοις παραζηλοῦν διδασκόμεθα, μήτε τοὺς τὴν ἀνομίαν ποιοῦντας ζηλοῦν. Κἂν οὗτοι πατέρες εἶεν, ἀφιέναι προσῆκον αὐτούς, καὶ ἀκολουθεῖν ὀπίσω Χριστοῦ, τῶν ἰχνῶν αὐτοῦ δεδράχθαι, τῶν αὐτοῦ δικαιωμάτων ἐξέχεσθαι. Μὴ οὕτω γάρ τις ποιῶν, ἄξιος οὐκ ἔστι Χριστοῦ.