Ταύτῃ τοι καὶ οὐκ ἀκόσμως τι δόξαντες δρᾷν, εἰς τήνδε τῶν λόγων τὴν ἐξέτασιν καθήκαμεν ἑαυτούς.
Καὶ οὐκ ἂν ἀποκνήσαιμεν σαθρὰ καὶ κατεῤῥυηκότα καὶ ἀραχνίων ἀσθενέστερα τὰ τούτων ἀποφαίνειν προβλήματα, τοὺς τῆς ἀληθείας ἐλέγχους εὐστόχως ἐπάγοντες, ὡς ἂν δήλης ἅπασι τῆς ἐν αὐτοῖς ἀτοπίας καθισταμένης, ἐπιγνοῖεν οἱ συνετοὶ τὸ ἀπατηλὸν αὐτῶν καὶ κατεπτυσμένον, καὶ τῆς ἑαυτῶν ἀσφαλείας προνοήσαιεν. Ὅτι μὲν οὖν ὡς ἐν ἅπασιν ἀσυνετοῦντες καὶ ἀμαθαίνοντες, κἀν ταύταις ἀποσφάλλονται ταῖς φωναῖς, τῷ ἀγράπτῳ φημὶ καὶ ἀπεριγράπτῳ, ὡς οἶμαι, παντί τῳ σαφές· εἰς ταὐτὸν ἀμφότερα συνενεγκόντες, τὰ ἐν πολλοῖς διαφέροντα, περὶ ὧν εἰς ὕστερον διαληψόμεθα, τήν τε διαφορὰν καὶ τὴν ἀπ’ αὐτῶν σημαινομένην δύναμιν ἐπισκεπτόμενοι. Ἐν τῷ παρόντι δέ, τῇ τούτων ἀπαιδευσίᾳ καὶ ἀμουσίᾳ συγκαθιστάμενοι, πρὸς τὰς τοῦ διδασκάλου αὐτῶν προβεβλημένας φωνάς, οἰκείως ἁρμοσόμεθα. Φανερὸν δ’ ἂν γένοιτο, ὡς εἰ τὰ τοῦ μυσταγωγήσαντος τὴν κακίαν καταβληθείη μηχανήματα, καὶ τῶν ἐκεῖθεν ἐξηρτημένων τὴν μύησιν, συγκαθαιρεθείη τὰ ἐγχειρήματα.