Ἀλλὰ τοῦτο μὲν ταῖς ἐκείνων ἀβελτηρίαις παρήσομεν.
Παράδοσιν προχειρίζονται, ἣν ἐφ’ οἷς μὲν ἥδονται κρατύνειν ἐθέλουσιν, ἐφ’ οἷς δὲ ἄχθονται, ἀπαγορεύειν σπουδάζουσι. Καίτοι ἐν ἅπασιν ἡ ὑπόθεσις ἡ αὐτή, καὶ ὁ χρόνος σύνδρομος, καὶ τὸ γέρας ὁμότιμον. Ἀλλὰ τί ἄν τις εἴποι πρὸς ἀνθρώπους μήτε ἔργῳ μήτε λόγῳ πειθομένους, μήτε ἃ λέγουσι, μήτε ἃ ἀκούουσι συνιέντας, τῆς δὲ ἑαυτῶν ἀπεγνωκότας σωτηρίας; Ὅμως δ’ οὖν ὁ τῆς ἀληθείας παῤῥησιάσεται λόγος. Πρῶτον δὲ ἐκεῖνο εἰπεῖν ἄξιον, ὅτι μάλιστα ἐν τοῖς περὶ Θεοῦ λεγομένοις τε καὶ ἀκουομένοις, μετ’ εὐλαβείας τῆς προσηκούσης προσιέναι χρή, φόβῳ θείῳ κατηρτισμένους· εἶτα πίστιν ἐν τούτοις ἡγεῖσθαι, καὶ πίστιν τιμᾶσθαι, καὶ ταῖς ψυχαῖς προενιδρῦσθαι, καὶ ἐν εὐθύτητι καρδίας τοὺς περὶ τηλικούτων λόγους ὑποδέχεσθαι, κενῶν δὲ καὶ ματαίων ἐρωτήσεων ἀπέχεσθαι, τούς· τε γραώδεις μύθους καὶ τὰς βεβήλους κενοφωνίας εἰς τὸ παντελὲς ἀποτρέπεσθαι, οὐ προσέχειν δὲ γενεαλογίαις ἀπεράντοις, καθὰ τὸ Γράμμα τὸ ἱερὸν δεδίδαχεν, αἳ ζητήσεις παρέχουσι μᾶλλον, ἢ οἰκονομίαν Θεοῦ τὴν ἐν πίστει, μηδὲ ζητεῖν τὴν διὰ τῶν σημείων καὶ παραδόξων ἔργων πίστωσιν καὶ ἀπόδειξιν, ἢ γοῦν ἀμφίβολον τὴν γνώμην ἔχειν περὶ τὰ καίρια. Ἰουδαϊκὸν τοῦτο τὸ ἐπιχείρημα, ἀπίστων ἐστὶ τὸ κακούργημα.