Αὐτοῦ γὰρ τοῦ πραχθέντος ἡ γυνὴ τὴν ἱστορίαν, σεμνῶς ἀποχαλκεύσασα τῷ βίῳ παρέδωκεν, ὡς ἄρτι τοὖργον γενόμενον, οὐ πάλαι. ÷ Ταῦτα δὲ ἡμεῖς, οὐχ ὡς συνηγόρῳ τῷ Συγγραφεῖ χρώμενοι, παρηγάγομεν, ἀλλ’ ὥστε δεῖξαι τὴν ματαιοφροσύνην τῶν περὶ τὸν ἀληθῆ Λόγον ἀποσφαλλομένων, καὶ μήτε ἃ λέγουσιν εἰδότων, μήτε περὶ τίνων διαβεβαιοῦνται. Ἤδη γὰρ καὶ ἐνταῦθα καθὰ καὶ ἐν ἅπασι τοῖς ἄλλοις, τὸν νοῦν παραφερόμενοι πεπλάνηνται, καὶ πανταχοῦ τῶν δεόντων ἐξαμαρτάνουσιν· Αὐτοὶ γὰρ μάρτυρα καὶ συνήγορον τουτονὶ τὸν Μακάριον τῆς ἑαυτῶν πλάνης προϊσχόμενοι, καὶ τοὺς λόγους αὐτοῦ κατὰ τὸ δοκοῦν ἐκδεχόμενοι καὶ περιπτυσσόμενοι, πάντως που καὶ ἄλλοις κακοῖς περιεπάρησαν. Εἵλοντο γὰρ ἂν πρότερον καὶ ἅπερ ἐναντίως τοῖς ἱεροῖς τῆς Ἐκκλησίας δόγμασιν, ἴσως ἔθει παλαιῷ κρατούμενος περὶ αὐτὰ, καὶ διακείμενος, δοξάζει ἀσπάζεσθαι ὅτι μάλιστα καὶ περιέχεσθαι· ἵνα μὴ μόνον τῶν ἀθέων Μανιχαίων, καὶ δυσωνύμων Ἀρειανῶν, ἀλλὰ καὶ τοῦ δυσσεβοῦς καὶ ἀποπλήκτου Ὠριγένους τὸ φρόνημα καὶ τὴν λώβην ἀσπασίως παραδέξωνται, καὶ τὰ αὐτὰ ἐκείνῳ δογματίζειν ἐπιχειρήσωσιν· ÷ ὡς τέλος ἕξει ἡ κατὰ τὸν μέλλοντα χρόνον τοῖς ἀσεβέσιν ἀνθρώποις ἠπειλημένη καὶ ἡτοιμασμένη παρὰ Θεοῦ κόλασις· ÷ Καὶ τοῦτο πρὸς τῷ τέλει τοῦ τετάρτου βιβλίου, ἐξ οὗ αἱ προκείμεναι χρήσεις ἀνελήφθησαν, εὐχερῶς τῷ διερευνωμένῳ καταληφθήσεται.