Ἀρτέμιος δὲ ἐν Θεσσαλονίκῃ ἐξόριστος ὢν πάλιν πειρᾶται τῆς βασιλείας ἐπικρατήσειν, καὶ ἐπεχείρει τοιάδε πράττειν. γράφει πρὸς Σισίννιον πατρίκιον τὸ ἐπίκλην Ῥενδάκιον, πρὸς τῇ τῶν Βουλγάρων διατρίβοντα χώρᾳ παρὰ βασιλέως τηνικαῦτα ἀποσταλέντα ὡς ἂν συμμαχίαν παρ’ αὐτῶν κατὰ τῶν Σαρακηνῶν λήψοιτο, ὅπως αὐτῷ τοῖς κατὰ γνώμην συμπράξειεν, ἀναπείσῃ δὲ καὶ Βουλγάρους συνεργήσειν αὐτῷ. ὁ δὲ τοῦτο ὑπέσχετο. γράφει δὲ καὶ πρὸς Νικήταν τὸν μάγιστρον τὸ ἐπίκλην Ξυλινίτην, ἐν Κωνσταντινουπόλει ὑπάρχοντα, ἔτι δὲ καὶ πρὸς Ἰσώην πατρίκιον καὶ τοῦ λεγομένου βασιλικοῦ Ὀψικίου ἡγεμόνα, καὶ Θεόκτιστον τὸν πρώτιστον τῶν βασιλικῶν γραμματέων καθ’ οὓς ἐβασίλευε χρόνους γενόμενον, καὶ Νικήταν ἐπίκλην Ἄνθρακα ἄρχοντα τειχῶν, παλαιᾶς φιλίας ἀναμιμνήσκεσθαι, καὶ ἑτοίμους εἶναι συντρέχειν αὐτῷ καὶ τὴν πόλιν ἀνοιγνύναι καὶ ὡς βασιλέα ὑποδέχεσθαι. τὰ γραφέντα οὖν εὐθὺς τῷ βασιλεῖ διαγινώσκεται, καὶ τοὺς τὰ γράμματα δεξαμένους χειροῦται καὶ πληγαῖς αἰκίζεται, καὶ αὐτοὶ ὁμολογοῦσι. καὶ Νικήτα μὲν τοῦ τὴν ἀξίαν μαγίστρου καὶ Θεοκτίστου τὰς κεφαλὰς ἐξέτεμε, τοὺς δ’ ἄλλους οὐ μικρῶς αἰκισάμενος καὶ δημεύσας ἐξορίαις ἀπέπεμψεν. Ἀρτέμιος δὲ ἅμα Σισιννίῳ τῷ πατρικίῳ καὶ τοῖς Βουλγάροις μέχρις Ἡρακλείας καταλαμβάνει, σὺν αὐτοῖς δὲ καὶ ἅπερ ἦγον ἐκ Θεσσαλονίκης ἀκάτια· μονόξυλα δὲ αὐτοὶ προσαγορεύουσι.