Ὁ Χριστὸς ἢ ἔχειν εἰκόνα λέγεται, ἢ οὔ; Εἰ μὲν οὐκ ἔχει, πῶς περὶ μὴ ὄντος ὁ ἀγὼν ὑμῖν; Οὐδεὶς γὰρ τὸ μὴ ὂν ἀφανίσαι φρενοληπτεῖ.
Εἰ δὲ εἰκόνα Χριστοῦ τὸ τοῦ Χριστοῦ ἐρεῖτε σῶμα, αὐτὸς μὲν σῶμα ἴδιον αὐτὸ ἀποκαλεῖ, ὁ δὲ Κωνσταντῖνος «εἰκόνα τοῦ σώματος τοῦ Χριστοῦ» ἀποκαλεῖ, ὅπερ ἡμῖν ἐσθίειν ὡς αὐτοῦ σῶμα ὁ Χριστὸς δέδωκε· πῶς οὖν τὸ αὐτὸ καὶ «σῶμα Χριστοῦ» λέγεται, καὶ «εἰκὼν Χριστοῦ»; Ὅπερ γάρ ἐστι τινὸς εἰκών, τοῦτο σῶμα αὐτοῦ εἶναι ἀδύνατον, καὶ ὅπερ σῶμα, εἰκὼν εἶναι ἀδύνατον. Πᾶσα γὰρ εἰκών, ἑτέρα ἐστίν, οὗ ἐστιν εἰκών, εἰ καὶ τὸν υἱὸν εἶπεν εἰκόνα τοῦ πατρός, ἀλλ’ οὖν εἰ μὴ τῇ φύσει, τῇ δὲ ὑποστάσει καὶ τῷ προσώπῳ δια<λ>λάσσει. Εἰ οὖν τὸ μεταλαμβανόμενον ἅγιον, εἰκὼν Χριστοῦ, ἕτερον ἄρα λέγεται παρὰ τὸ σῶμα Χριστοῦ· οὐδὲν γὰρ σῶμά τινος, εἰκὼν αὐτοῦ, εἴπερ μέρος αὐτοῦ καὶ οὐχ ἕτερον παρ’ αὐτόν, ἢ εἰς δυάδα καταπεσεῖται τὸ σῶμα, μᾶλλον δὲ μόρια σώματος ἕξει ὁ Χριστός.