οὐ γὰρ θάτερον τούτων ἑνί γε τῶν ἀντικειμένων καὶ προκειμένων λόγων οἰκείως καὶ ἀφωρισμένως ἑπόμενον, καὶ ἀμφοτέροις ὑγιῶς καὶ κυρίως ἀκολουθεῖν δοθήσεται· εἰ γὰρ καὶ περὶ ταυτὸν ἄμφω, ἀλλ’ οὐκ ἄμφω ταυτά. εἰ γοῦν εἷς ἐξ ἀμφοῖν προελθὼν ὁ Χριστός, θεότητός τε καὶ σαρκός, ἐναντία δὲ ταῦτα ἀλλήλοις, πῶς οὐχὶ καὶ καταληπτὸς ὁ ἀκατάληπτος ἔσται, ἵνα ἐφ’ ἑνὸς καὶ τοῦ αὐτοῦ αἱ ἐναντίαι διαφοραὶ ἑκατέρας τε φύσεως ἐξ ὧν συνετέθη φυλαχθεῖεν, ἀδιάπτωτα καὶ τὰ ἰδιώματα, καὶ ἥ τε σύγχυσις, τούτων σῳζομένων, ἐκ ποδῶν γένοιτο καὶ φροῦδος ἡ διαίρεσις τοῦ ἑνιαίου τῆς ὑποστάσεως, καθ’ ἣν ταῦτα συνδεδράμηκεν, δείκνυται, καθὰ λοιπὸν τῆς καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας ἐκδιδάσκει τὸ κήρυγμα. οὕτω τοίνυν καταληφθεὶς ὁ ἀκατάληπτος ἤδη καὶ γραφήσεται, καθὸ κατείληπται ὁ ἄγραφος, καὶ εἰκονισθήσεται καὶ διὰ τῆς ἱερᾶς ταύτης ἱστορίας κηρυχθήσεται, ὥσπερ διὰ τοῦ εὐαγγελίου, ὅτι εὐαγγέλιον· ταῦτα ἡμῖν οἱ ἀπ’ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται τοῦ λόγου παραδιδόασιν, οἳ δὴ καὶ ἑωράκασιν καὶ αἱ χεῖρες αὐτῶν ἐψηλάφησαν, συνέφαγόν τε τῷ ὁραθέντι καὶ συνέπιον, καὶ ταῦτα μετὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν· καὶ μάρτυρές γε τῶν τε θαυμάτων καὶ παθημάτων αὐτοῦ εἰσβαίνουσιν ἡμῖν ἀπαράγραπτοι. καὶ ταῦτα μὲν ἱκανὰ παραστῆσαι τὸ εὐθὲς τῆς ἐκκλησίας φρόνημα.