σκεπτέον δὲ καὶ ὧδε· ἡ ἀνθρωπεία εἰκὼν ὁμοίωμά τι ἐστὶν προσώπῳ ἐοικὸς ἐκείνῳ ὃ δὴ καὶ εἰκονίζειν πέφυκεν, καὶ οὐδεὶς ἂν τῶν αἰσθήσεως καὶ λόγου μετεσχηκότων ἀντείποι· τὸ ὅμοιον δὲ φερομένη, εἰκότως καὶ τῶν πρός τι παρὰ τοῖς τὰ λογικὰ μετιοῦσι σκέμματα λεγομένων φωνῶν τῆς προσηγορίας τετύχηκεν· ἐν οἷς δὴ καὶ σχέσις τὶς ἐνθεωρεῖται, καθ’ ἣν τῆς πρὸς ἄλληλα κοινωνίας ἔχονται. δηλοῖ δὲ καὶ τοὔνομα ὅθεν ἡ εἰκὼν παρῆκται· καὶ ἵνα μικρόν τι τῷ λόγῳ ἐνδιατρίψωμεν, διὰ τὴν τῶν ἀθετούντων τὴν σωτήριον χάριν ἀγνωμοσύνην ... ἀπὸ γὰρ τοῦ εἴκω ῥήματος, τοῦ σημαίνοντος τὸ ὁμοιῶ, ἑνὶ στοιχείῳ πλεονάζοντος, σχηματίζεται. ἐπεὶ τοίνυν ἡ ἐν τούτοις ὁμοίωσις, σχέσις τις οὖσα, μεσιτεύει τοῖς κατὰ τὴν ἐμφέρειαν κοινωνοῦσιν ἄκροις, τῷ τε ὁμοιοῦντι καὶ τῷ ὁμοιωμένῳ φημί, ἑνοῖ καὶ συνάπτει τῷ εἴδει ταῦτα, κἂν τῇ φύσει διέστηκεν. εἰ γὰρ καὶ ἄλλο καὶ ἄλλο τῇ φύσει τύχοι ἑκάτερον, ἀλλ’ οὐκ ἄλλος καὶ ἄλλος· διὰ τοῦ τύπου γάρ, τοῦ ἐξ ἀρχῆς ἡ γνῶσις ἐγγίνεται, καὶ ἐν αὐτῷ τοῦ γεγραμμένου ἡ ὑπόστασις καθορᾶται. ἀμέλει γοῦν καὶ ἡ βασιλέως εἰκὼν εἴποι ἄν· «Εἰ ἐγὼ καὶ ὁ βασιλεὺς ἕν ἐσμεν, καὶ ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν βασιλέα». ἐντεῦθεν λοιπὸν ἐφ’ ὧν τὰ ὅμοια πρόκειται τῷ κοινῇ μετέχειν τῆς σχέσεως, συνεισάγεσθαι ὡς τὰ πολλὰ καὶ συναναιρεῖσθαι κατὰ τὸ εἶδος τοῦ λόγου τούτου συμβήσεται.