Ἀλλ᾽ οἱ μὲν Λατῖνοι τῆς Ἀσίας ἀναχωρήσαντες τὴν Θρᾴκην ἔκοπτον, μόνην ἀναρριπτοῦσαν τὸν ὑπὲρ ἐλευθερίας Ῥωμαίων κίνδυνον· οἱ δὲ τοῦ ἐκ σφῶν κινδύνου παρὰ δόξαν ἀνεθέντες οὐδενὸς ἦσαν ἀγαθοῦ, οὔτε μὴν σωτήριόν τι καὶ φυλακτήριον ἑαυτοῖς καὶ τοῖς φυλέταις μετήλθοσαν, ἀλλ᾽ εἰς νοῦν ἀδόκιμον παραδοθέντες, ὥστε τὰ μὴ καθήκοντα δρᾶν καὶ μηδαμῶς ἰέναι πρὸς αἴσθησιν, κατὰ δήμους καὶ φατρίας διέστησαν, πόλεις ἐξέμηναν, κατ᾽ ἀλλήλων ὡπλίσθησαν, τοὺς θεσμοὺς τῆς συγγενείας ἠγνόησαν, καὶ γεγόνασι φυλὴ φυλὴ καὶ Ἰσραὴλ καὶ Ἰούδας, τὸ πάλαι παρὰ τῷ προφήτῃ θρηνούμενον, οἱ μὲν τῷδε συννεύσαντες καὶ ὡς βασιλεῖ σφῶν προσφερόμενοι, οἱ δ᾽ ἐκείνῳ προσρέψαντες, ὡς καὶ τοῖς πολλοῖς κρίνεσθαι εἰς κατάραν καὶ πλησμονὴν καὶ τῆς ὁμογενείας ἀπαλλοτρίωσιν. ὡς δέ ποτε συνέδραμον ἐς φιλίαν, οὐδ᾽ οὕτω μὲν ὡς εἰς μίαν συνηρμόσθησαν γνώμην, οὐδ᾽ ἐς συνασπισμὸν ἀλλήλους παρακροτήσαντες ἐπαρῆξαι ὅλως ταῖς ἑσπερίαις προέθεντο πόλεσιν, ἀλλ᾽ εἰς χειροτονίας βλέψαντες βασιλέων οἱ μὲν κατὰ τὰ ποτώμενα τῶν ζώων συμφορηδὸν συνανίπτανται τῷδε καὶ συναπαίρουσιν, οἱ δὲ καὶ ῥάμνους ἀκανθώδεις ἐς ἀρχὴν προχειρίζονται. καὶ ἦν πολυαρχία πάλιν τὸ γεγονὸς ἐπινεμομένη τὴν ἕω καὶ θηρίον τρικάρηνον ὑπὸ τῶν ἀβελτέρων διαπλεχθέν.