Εἰ βούλεσθε, πρὸς πίστωσιν τῶν εἰρημένων ἀκούσατε καὶ τῆς νομοθεσίας Μωσέως, τί περὶ τοῦ πάσχα καὶ τῶν ἀζύμων νενομοθέτηκεν.
Αὖται, φησίν, ἑορταὶ τῷ κυρίῳ καὶ αὐταὶ ἅγιαι, ἃς καλέσετε αὐτὰς ἐν τοῖς καιροῖς αὐτῶν. Ἐν τῷ πρώτῳ μηνί, ἐν τῇ ιδʹ ἡμέρᾳ τοῦ μηνὸς ἀναμέσον τῶν ἑσπερινῶν πάσχα τῷ κυρίῳ· καὶ ἐν τῇ ιεʹ ἡμέρᾳ τοῦ μηνὸς τούτου ἑορτὴ τῶν ἀζύμων τῷ κυρίῳ· ἑπτὰ ἡμέρας ἄζυμα ἔδεσθε. Ἰδοὺ καὶ ἀπὸ τῆς νομοθεσίας Μωσέως ἐμάθετε, ὅτι οὐκ ἦν τότε ἄζυμα, ὅτε μετὰ τὸ δειπνῆσαι κατὰ τὴν ἡμέραν τὴν πέμπτην ὁ Χριστὸς παρέδωκε διὰ τῆς τοῦ ἄρτου κλάσεως τὸ τῆς καινῆς διαθήκης μυστήριον. Πρὸ γὰρ τῆς ἑορτῆς τῶν ἀζύμων τοῦτο πεποίηκε [κατὰ τὴν ιγʹ ἡμέραν τοῦ μηνός·] τῇ γὰρ ιεʹ ἡμέρᾳ τοῦ μηνός, ὡς ἔχει ἡ νομοθεσία τοῦ Μωσέως, ἦν ἑορτὴ τῶν ἀζύμων καὶ ὁ Χριστὸς τῇ παρασκευῇ σταυρωθεὶς κατὰ τὴν ιδʹ τοῦ μηνὸς [ὅτε τὸν ἀμνὸν θῦσαι ὤφειλον οἱ Ἰουδαῖοι,] τὸ σάββατον κατὰ τὴν ιεʹ τοῦ μηνός, ὅτε ἦν ἡ ἑορτὴ τῶν ἀζύμων, ἐν τῷ τάφῳ ἔκειτο τεθαμμένος. Ἀζύμων οὖν μὴ ὄντων πρὸ τῆς ἑορτῆς τῶν ἀζύμων (ἐν ὅλῳ γὰρ τῷ ἐνιαυτῷ ἑπτὰ ἡμέρας καὶ μόνας ἤσθιον αὐτὰ οἱ Ἰουδαῖοι) ποῦ εὑρέθησαν τότε ἄζυμα, ὅτε μετὰ τῶν μαθητῶν τὸ δεῖπνον ἔφαγεν ὁ κύριος καὶ μετὰ τὸ δεῖπνον παρέδωκε διὰ τοῦ ἄρτου τὸ μυστήριον τῆς καινῆς διαθήκης αὐτοῦ; Πότε δὲ ἔφαγεν αὐτά; μετὰ τὸ σταυρωθῆναι καὶ ταφῆναι καὶ ἐν αὐτῷ τῷ τάφῳ;