Νικήτα μονάζοντος καὶ πρεσβυτέρου μονῆς τῶν Στουδίου τοῦ Στηθάτου Ῥωμαίοις περὶ ἀζύμων καὶ σαββάτων νηστείας καὶ γάμου τῶν ἱερέων.
Καλὸν ἡ πρὸς τὸν πλησίον ἀγάπη, ὦ πάντων ἐθνῶν σοφώτατοι Ῥωμαῖοι καὶ εὐγενέστατοι. ἐκ γὰρ τοῦ ἔχειν πρὸς τὸν πλησίον ἀγάπην, καὶ ἡ ταπείνωσις πρὸς τὸν ἔχοντα αὐτὴν πλεονάζει. αὕτη δὲ πλεονάζουσα ποιεῖ τὸν μετέχοντα αὐτῆς „πάντα στέργειν, πάντα ὑπομένειν“, ὥς φησιν ὁ θεῖος ἀπόστολος, καὶ μὴ „φυσιοῦσθαι“ κατὰ τοῦ πλησίον αὐτοῦ ποτε ἢ ἐπαίρεσθαι κατ’ αὐτοῦ, μηδὲ „τὰ ἑαυτοῦ“ μόνου „ζητεῖν, ἢ ζῆλον“ ἔχειν πρὸς αὐτὸν καὶ ἔριν καὶ ἐρίθειαν. πάντα γὰρ ταῦτα τὴν ἀγάπην διώκει καὶ τὴν ταπείνωσιν, καὶ ποιεῖ τὸν ἄνθρωπον μὴ περιπατεῖν κατὰ θεόν, ἀλλὰ κατὰ ἀνθρώπων ἀρέσκειαν· ὃ καὶ ὁ Παῦλος ἐπιμέμφεται λέγων· „ὅπου“ δέ ἐστιν „ἐν ὑμῖν ἔρις καὶ ζῆλος“, καὶ διχοστασία, „οὐχὶ σαρκικοί ἐστε καὶ κατὰ ἄνθρωπον περιπατεῖτε;“ διὸ παρακαλῶ τὴν ὑμετέραν ἀγάπην, ταπεινωθῆναι διὰ τὴν τοῦ θεοῦ ἐντολὴν καὶ ἀκοῦσαι παρ’ ἡμῶν τῶν ἀναξίων καὶ εὐτελῶν, ἐρωτηθέντων πολλάκις ἐκ διαφόρων Ῥωμαίων τῶν ἐπιδημούντων ἐνταῦθα περὶ τῶν ἀζύμων, τί λέγομεν περὶ τούτων ἐν ἀγάπῃ Χριστοῦ πρὸς ὑμᾶς.