τοιγαροῦν ἀκριβῶς ἐξετάσατε τοῦ λοιποῦ περὶ τούτων, ὦ ἀδελφοί, μήποτε ἐκ τῶν τοιούτων τὰ εἰρημένα καὶ ἀπελεγχθέντα ἰώδη νοσήματα —λέγω δὲ τὰ ἄζυμα, τὴν τῶν σαββάτων νηστείαν, τὸν γάμον τῶν ἱερέων καὶ τὴν ἐν ταῖς νηστείαις προσκομιδήν—παρελάβετε· καὶ μαθόντες νῦν τὸ ἄτονον αὐτῶν ἐκ πάσης τῆς θεοπνεύστου γραφῆς, φύγετε τὰ τοιαῦτα ποιεῖν, ἐκκλησία ὄντες θεοῦ (καὶ πάσης τῆς οἰκουμένης ἀειλαμπὴς ὀφθαλμός A), ἵνα ἑνωθέντες ἡμῖν τοῖς ὑμῶν ἀδελφοῖς, οὓς διὰ τῶν εἰρημένων ἐσχίσατε (σῶμα Χριστοῦ ὄντας A), ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου ἐν συμφώνῳ τῇ ὁμονοίᾳ μετὰ ὀρθοδόξου πίστεως κατοπτριζώμεθα (καὶ τὴν αὐτοῦ εἰκόνα μεταμορφώμεθα, ἀπὸ δόξης μιᾶς καὶ τῆς αὐτῆς εἰς δόξαν αἰώνιον καθάπερ ἀπὸ κυρίου πνεύματος, ὅτι „αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος τῆς ἐκκλησίας“ ἡμῶν, καὶ ἐν αὐτῷ ὡς ἓν σῶμα πάντες ἡμεῖς συναρμολογούμεθα. ταῦτα τοῖς Ῥωμαίοις ὑμῖν. A) εἰ μὲν οὖν πείθομεν ὑμᾶς ἀνθρώπους ὄντας, δι’ ὧν εἰρήκαμεν (καὶ μεθ’ ὧν ὑμῖν ἀπὸ τῆς θείας γραφῆς διελέχθημεν A), χάρις θεῷ καὶ ὑμῖν τοῖς εἰδόσι καλῶς τῷ πνεύματι πείθεσθαι (καὶ ἀκολουθεῖν τῷ λόγῳ ἐγειρομένῳ ἀπὸ τοῦ γράμματος A).