Τί τῆς εὐγνωμοσύνης ταύτης γένοιτ’ ἂν ἴσον;
Καὶ τίς ἂν ἦν, εἰ τὸ πᾶν προῄδει σαφῶς, καὶ τὸ παρὰ τῶν ἐλπίδων εἶχε πτερόν; Τί οὖν οὐκ ἐμάνθανεν; ἢ δῆλον ὡς οὐκ ἦν, ᾗ χρῆν, προχωρῆσαι, μηδεμίαν ἤδη καταλιποῦσαν ἁγιωσύνης ὑπερβολήν· οὐδ’ ἦν ὃ προσθήσειν εἶχε τοῖς οὖσιν, οὐδ’ ἐξῆν, ὅπως εἰς φιλοσοφίαν γένοιτο μείζων, αὐτὴν καταλαβοῦσα τὴν κορυφήν. Εἰ γὰρ ἐνεχώρει ταῦτα, καί τις ἦν τῶν κατωρθωμένων ἀρετῆς ὑπερβολὴ περαιτέρω, οὐκ ἂν ἠγνόησεν, ἐφ’ ᾧ τὸν βίον τοῦτον εἰσῆλθε, τοῦ Θεοῦ διδάσκοντος, ἵνα καὶ τὸ λεῖπον δράμῃ καὶ πρὸς τὸ μυστήριον βέλτιον ἔχῃ παρασκευῆς. Οὔτε γὰρ ἔστιν εἰπεῖν, ὡς οὐκ ἂν ἦν ἡ παρθένος ἀπὸ τῶν ἐλπίδων τούτων εἰς φιλοσοφίαν ἀμείνων, εἴπερ ὅλως ἦν, ᾧ γέγονεν ἂν ἑαυτῆς βελτίων, ἥ γε, καὶ τῶν εἰς ἀρέτην ἐναγόντων οὐκ ὄντων, οὕτω καλῶς ἤσκησε τὴν ψυχὴν, ὥστε πάσης ἀνθρωπείας φύσεως προὐκρίθη παρὰ Θεῷ δικαστῇ· οὔτε τὸν Θεὸν εἰκὸς τὴν μητέρα τὴν ἑαυτοῦ, μὴ πᾶσι κοσμῆσαι τοῖς ἀγαθοῖς, καὶ πρὸς τὸν πάντων ἄριστον καὶ κάλλιστον καὶ τελεώτατον πλάσαι τρόπον.