Καὶ ἔξεστι τοῖς ταῦτα ὁρῶσι πάντα ἐκεῖνα πρὸ τῶν ὀφθαλμῶν ἔχειν· ὁ μὲν γὰρ τῶν δώρων ἁγιασμός, αὐτὴ ἡ θυσία, «τὸν θάνατον αὐτοῦ καταγγέλλει» καὶ τὴν ἀνάστασιν καὶ τὴν ἀνάληψιν, ὅτι τὰ τίμια ταῦτα δῶρα εἰς αὐτὸ τὸ Κυριακὸν μεταβάλλει σῶμα, τὸ ταῦτα πάντα δεξάμενον, τὸ σταυρωθέν, τὸ ἀναστάν, τὸ εἰς τὸν οὐρανὸν ἀνεληλυθός· τὰ δὲ πρὸ τῆς θυσίας, τὰ πρὸ τοῦ θανάτου, τὴν παρουσίαν, τὴν ἀνάδειξιν, τὴν τελείαν φανέρωσιν· τὰ δὲ μετὰ τὴν θυσίαν, «τὴν ἐπαγγελίαν τοῦ Πατρός», ὡς αὐτὸς εἶπε, τὴν τοῦ ἁγίου Πνεύματος εἰς τοὺς ἀποστόλους κάθοδον, τὴν τῶν ἐθνῶν δι’ ἐκείνων ἐπιστροφήν τε καὶ κοινωνίαν.