Ὥστε τριχῶς τοῦ Θεοῦ τοὺς ἀνθρώπους διϊσταμένους, διὰ τὴν φύσιν, διὰ τὴν ἁμαρτίαν, διὰ τὸν θάνατον, καθαρῶς τυχεῖν καὶ ἀμέσως αὐτῷ συνελθεῖν ἐποίησεν ὁ Σωτήρ, ἃ προσίστατο πάντα ἐφεξῆς ἀνελών· τοῦτο μὲν ἀνθρωπότητος μετασχών, ἐκεῖνο δὲ νεκρωθεὶς ἐπὶ τοῦ σταυροῦ, τὸ δὲ τελευταῖον τεῖχος, τὴν τοῦ θανάτου τυραννίδα, παντάπασι τῆς φύσεως ἐξέβαλεν ἀναστάς. Διὰ τοῦτο Παῦλος· «Ἔσχατος ἐχθρός, φησί, καταργεῖται ὁ θάνατος», οὐχ ἂν ἐχθρὸν αὐτὸν προσειπών, εἰ μὴ πρὸς τὴν ἀληθινὴν ἡμῖν εὐδαιμονίαν ἐμποδὼν ἦν. Τοὺς γὰρ τοῦ ἀθανάτου Θεοῦ κληρονόμους ἀνάγκη δὴ φθορᾶς ἀπηλλάχθαι. «Οὐ γὰρ ἡ φθορά, φησί, τὴν ἀφθαρσίαν κληρονομεῖ». Μετὰ γὰρ τὴν κοινὴν τῶν ἀνθρώπων ἀνάστασιν, ἧς αἴτιον ἡ τοῦ Σωτῆρος ἀνάστασις, τὸ μὲν ἔσοπτρον ὑποχωρεῖ καὶ τὸ αἴνιγμα, ὄψονται δὲ «πρόσωπον πρὸς πρόσωπον» τὸν Θεὸν οἵ γε «τὴν καρδίαν κεκαθαρμένοι».