Ἀπὸ γὰρ τῶν πρώτων ὑποθέσεων τῆς πίστεως, τῶν κυριακῶν καὶ ἀποστολικῶν λόγων, καὶ τῶν οἰκουμενικῶν Συνόδων, καὶ τῶν διαδόχων τῶν Ἀποστόλων, καὶ θεολόγων σχεδὸν ἁπάντων τὴν ἀλήθειαν συμπεραίνει, τὸ Πνεῦμα τὸ ἅγιον ἐκ μόνου τοῦ Πατρὸς τὴν ὕπαρξιν ἔχειν. Τούτου δὲ δειχθέντος ἐν πέντε λόγοις, ἐπὶ τὰς προτάσεις χωρεῖ (τοῦτο γὰρ ἀρχαῖον ἔθος τῇ Ἐκκλησίᾳ, ἐπειδὰν ὑπὲρ τῶν ὀρθῶν δογμάτων τοῖς αἱρετικοῖς πολεμεῖ δεικνύναι πρῶτον τὴν ἀληθῆ περὶ Θεοῦ δόξαν, ἔπειτα τὰς τῶν ἀντικειμένων λύειν ἐνστάσεις, ὃ μάλιστα φανερὸν τοῖς τὰ πρακτικὰ τῶν οἰκουμενικῶν διελθοῦσι Συνόδων). Ἐπεὶ δὲ αἱ προτάσεις Λατίνων αἱ μὲν ἀπὸ τῆς ἱερᾶς Γραφῆς καὶ τῶν θεολόγων, αἱ δὲ ἀπὸ λογισμῶν ἀνθρωπίνων καὶ περὶ τὰ ὄντα γνώσεως εἰσὶν εἰλημμέναι, διττὸς καὶ ὁ πρὸς αὐτὰς οὗτος λόγος· καὶ ὁ μὲν δείκνυσι τῶν θείων ἐννοιῶν τῆς Γραφῆς καταψευδομένους, καὶ τοὺς Πατέρας δι’ ὧν ἔγραψαν μηδεμίαν βοήθειαν διδόναι. Λατίνοις, τοὺς δὲ ἀτόπους συλλογισμοὺς τὸ δεύτερον ἐλέγχει βιβλίον. Ὡς ἂν δὲ πανταχόθεν ἀναφανῇ τὴν ἀλήθειαν μεθ’ ἡμῶν εἶναι, καὶ μαρτυρίαι προετέθησαν ἀπὸ τῶν πρακτικῶν τῆς οἰκουμενικῆς ὀγδόης Συνόδου, δι’ ὧν φαίνονται κοινὴν γενέσθαι δόξαν τῆς Ἐκκλησίας ἁπάσης τὸ Πνεῦμα τὸ ἅγιον ἐκ μόνου τοῦ Πατρὸς τὴν ὕπαρξιν ἔχειν.